1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

50

καὶ τῶν ἄλλων ὑπερέχοντας, καθάπερ βουνοὺς ἢ ὄρη. ἀλλ' οὗτοι μὲν ἀποσβεσθήσονται, τοῦτ' ἔστιν οἱ πάλαι δεινοὶ καὶ θερμοί, καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται· καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σῶμα. ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαί, παντὶ τοῦτο σαφές· ὑπεμφαίνει δὲ διὰ τούτων τῆς ψυχῆς τὸ εὐσθενές. ἀντὶ δὲ τοῦ· καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην, ὁ Σύμμαχος καὶ καταφάγεται τὰ ἀποκείμενα αὐτοῦ εἴρηκεν καὶ τὰ πεφυλαγμένα αὐτοῦ ἐν ἡμέρᾳ μιᾷ καὶ ἡ δόξα τοῦ δρυμοῦ αὐτοῦ καὶ τοῦ Καρμήλου αὐτοῦ ἀπὸ ψυχῆς ἕως σαρκὸς ἀναλωθήσεται, καὶ ἔσται ὡς τετηγμένος φεύγων, τὰ δὲ ἐπίλοιπα τῶν ξύλων τοῦ δρυμοῦ αὐτοῦ ἀριθμῷ ἔσονται, καὶ παιδίον γράψει αὐτά. δρυμὸν δὲ λέγων τὰ πλήθη τὰ σὺν αὐτῷ δηλοῖ, Κάρμηλον δὲ αὐτοῦ τὸν πλοῦτον καὶ τὴν τρυφήν· ἅπερ πάντα ἀναλωθήσεσθαί φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος πυρός. ἐπειδὰν δὲ ταῦτα αὐτῷ συμβῇ, δρασμῷ χρησάμενος φεύξεται, οἵ τε σὺν αὐτῷ πάντες τοῦτο πράξουσιν. εἰ δέ που βραχεῖς τινες καταλειφθεῖεν, τοσοῦτοι ἔσονται ὡς δύνασθαι καὶ τὸ τυχὸν παιδίον τὸν ἀριθμὸν αὐτῶν παραλαβεῖν καὶ γραφῇ παραδοῦναι τοῦ λοιποῦ πλήθους ἀπολωλότος. ταῦτα μὲν καὶ πρὸς λέξιν εἴρηται καὶ πρὸς διάνοιαν· πρὸς μὲν λέξιν ἀνενηνεγμένα ἐπὶ τὸν Ναβουχοδονόσορ τὸν ἐμπρήσαντα τὸν ναὸν καὶ τὴν πόλιν, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν ἀντικειμένην δύναμιν τὴν τοῦ Ἀσσυρίων ἔθνους, ἡγουμένου τὸ πρὶν ὅτ' αὐτοῖς ἤνθει καὶ ἤκμαζε τὰ τῆς βασιλείας, ἧς τὰ λελεγμένα ἐν τῇ προφητείᾳ παθούσης, καθῃρέθη μὲν αὐτίκα ἡ τῶν Ἀσσυρίων δυναστεία. Μῆδοι δὲ καὶ Πέρσαι διεδέξαντο τὴν ἀρχήν. 1.60 Ἐν ἐκείνῳ φησὶ τῷ καιρῷ καθ' ὃν πάντα τὰ προλεχθέντα κατὰ τοῦ δηλωθέντος ἄρχοντος τῶν Ἀσσυρίων δι' ἔργων χωρήσειεν, οἱ περιλειφθέντες τοῦ αἰχμαλωτισθέντος λαοῦ τῶν Ἰουδαίων, τῆς πολεμίας χώρας ἐλεύθεροι γενόμενοι καὶ εἰς τὴν οἰκείαν ἐπανελθόντες οὐκέτι προσέξουσιν, οἷς πάλαι προσεῖχον δαίμοσι πονηροῖς τοῖς τὰς ψυχὰς αὐτῶν ἠδικηκόσι καὶ πάντων αὐτοῖς κακῶν αἰτίοις γενομένοις, ἀλλὰ τῷ θεῷ λοιπὸν προσέξουσι μόνῳ ἅτε λυτρωτῇ καὶ σωτῆρι αὐτῶν γενομένῳ. ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν κατὰ Κῦρον τὸν Περσῶν βασιλέα, ὃς πάντας ἀνῆκε τοὺς ἐν τῇ αἰχμαλωσίᾳ Ἰουδαίους· καθ' ὃν καιρὸν οἱ περὶ τὸν Ζοροβάβελ καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, οἵ τε ἅμα τῷ Ἔσδρᾳ καὶ Νεεμίᾳ τῆς Βαβυλῶνος ἐπανελθόντες, τὸν νεὼν ἤγειραν καὶ τὴν πόλιν αὐτὴν ἀνεκτήσαντο. ... ἄλλοι διὰ τῆς μετὰ χεῖρας λέξεως δηλούμενοι· τὸ γὰρ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ σωθέντες τοῦ Ἰακώβ. οὗτοι γὰρ ... φησὶ μηκέτι πεποιθέναι ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ὅπερ ἔπραττον κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ βασιλέως· γέγραπται γὰρ ἐν ταῖς Βασιλείαις· «καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων λέγων ∆οῦλός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ. καὶ ἔλαβεν Ἄχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου τοῦ κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ Ἀσσυρίων δῶρα. καὶ ἤκουσεν αὐτοῦ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν εἰς ∆αμασκὸν καὶ ἔλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ῥαασσὼν ἀπέστρεψεν». ἀλλ' οὐκέτι φησὶν ἔσονται τοιοῦτοι ἐπανήξαντες, ἔσονται δὲ πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐλπίζον ἐπὶ θεὸν ἰσχύοντα. τήρει δ' ἐνταῦθα ὡς ἡ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ· ἐπὶ θεὸν ἰσχύοντα, ἢλ γιββὼρ περιέχει, ὅπερ ἔκειτο ἐπὶ τῶν ὀνομάτων τοῦ «γεννηθέντος ἡμῖν παιδίου», περὶ οὗ ἐλέγετο· «καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος»· κἀκεῖ γὰρ εἶχε τὸ Ἑβραϊκὸν ἐν τοῖς ὀνόμασιν αὐτοῦ ἢλ γιββώρ, πάλιν δὲ καὶ ἐν τοῖς μετὰ χεῖρας τοῦ καταλειφθέντος λαοῦ μνημονεύει. Καὶ ἐπιφέρει· καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης,