1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

248

αὕτη τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα κρίσις ἀπέστη ἐξ αὐτῶν καὶ ἡ δικαιοσύνη δὲ ἡ πᾶσι τοῖς ἔθνεσιν διὰ τῆς σωτηρίου χάριτος δεδωρημένη καὶ αὕτη καταλιποῦσα αὐτοὺς ἀνεχώρησεν. εἶτ' ἐπεὶ προσεδόκων τὸν Χριστὸν τοῦ θεοῦ κηρυττόμενον αὐτοῖς διὰ τῶν προφητικῶν λόγων, «ἐλθόντα δὲ αὐτὸν οὐ παρεδέξαντο», ἀκολούθως εἴρηται· ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Καὶ ἐπειδὴ ψηλαφῶντες τὰς θείας γραφὰς οὐ συνίεσαν τὸν ἐν βάθει τῶν λέξεων ἐναποκεκρυμμένον νοῦν, περὶ δὲ μόνην τὴν λέξιν ἀσχολούμενοι ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾶν. τούτου χάριν ἑξῆς ἐπιλέγει· ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ τούτοις συνάπτει λέγων· πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ καὶ ὡς ἀποθνῄσκοντες· κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς ταῖς σωτηρίοις καὶ εὐαγγελικαῖς αὐγαῖς τῆς ἐκκλησίας τοῦ θεοῦ καταλαμπομένης μόνοι αὐτοὶ ὡς ἂν τὰ «πρὸς θάνατον ἡμαρτηκότες» πεπτώκασι καὶ ὥσπερ ἐν μεσονυκτίῳ διάγουσι. Καὶ στενάξουσι δέ φησιν ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· οἱ γὰρ στεναγμοὶ αὐτῶν, εἰ μὲν κατὰ λόγον ἐγίνοντο ὑπὲρ ὧν τετολμήκασι κατὰ τοῦ σωτῆρος, ἐπωφελεῖς ἐγένοντο ἄν. χρὴ γὰρ αὐτοὺς καὶ πενθεῖν καὶ στενάζειν καὶ ἀποδύρεσθαι καὶ δακρύειν, ὧν ἐξέχεον αἱμάτων ἕνεκα. ἐπεὶ δὲ τοῦτο μὲν οὐ προσποιοῦνται, τὴν δὲ πόλιν τὴν αἰσθητήν, λέγω δὲ τὴν Ἰερουσαλήμ, ἀποκλαίονται καὶ τὴν πτῶσιν αὐτῆς στενάζουσιν ἀλόγως, εἰκότως θηρίῳ ἀγρίῳ παρεβλήθησαν. διὸ λέλεκται· καὶ στενάξουσιν ὡς ἄρκος, καὶ ἐν ἄλλοις δὲ εἴρηται· «ὡς ἄρκος ἀτεκνουμένη». ἄρκος μὲν οὖν διὰ τὸ ἀνθρωποβόρον τοῦ θηρὸς ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον μιαιφονοῦντες καὶ «τοὺς προφήτας ἀναιροῦντες», «ἠτεκνωμένῃ» δὲ «ἄρκῳ» παρωμοιώθησαν διὰ τὴν ἀπώλειαν τῶν τέκνων. ἀντὶ δὲ τοῦ· καὶ ὡς περιστερὰ ἅμα πορεύσονται, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ὡς περιστερὰ μελέτῃ μελετήσομεν εἰρήκασιν, ὁ δὲ Ἀκύλας· καὶ ὡς περιστεραὶ φθογγῇ φθεγξόμεθα. μετὰ γὰρ τὰ τοσαῦτα εἰσέτι καὶ νῦν τὰς θείας πειρῶνται καταμελετᾶν γραφὰς καὶ τοῦτ' αὐτοῖς μόνον λείπεται τὸ ἐκμανθάνειν καὶ διὰ στόματος μελετᾶν αὐτὰς περιᾴδοντας τῇ φωνῇ ὡς μηδὲν διαφέρειν ἀλογίστου περιστερᾶς δοκούσης μέν τι πράττειν, δι' ἧς ἀφίησι φθογγῆς οὐ μὴν ἔναρθρόν τινα λόγον ἀποδιδούσης. ὅθεν καλῶς κυριολεκτῶν τὴν Ἑβραϊκὴν λέξιν ὁ Ἀκύλας καὶ ὡς περιστεραί φησι φθογγῇ φθεγξόμεθα, καὶ τὰ συνημμένα δὲ πάντα ὡς ἐκ προσώπου τοῦ κατηγορουμένου λαοῦ ἐξέθεντο οἱ λοιποί· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· διὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ' ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς. δικαιοσύνην γὰρ προσδοκήσομεν εἰς φῶς, καὶ ἰδοὺ σκότος, εἰς φέγγος, ἐν ζόφῳ περιπατήσομεν. ψηλαφήσομεν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐκ ὄντων ὀφθαλμῶν ψηλαφήσομεν. καὶ παρὰ τοῖς Ἑβδομήκοντα δὲ τὰ ἑξῆς ἐπιφερόμενα ἐκ προσώπου τοῦ λαοῦ λέλεκται, φησὶ γοῦν· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν· πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου. λέγει δὲ ταῦτα ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ διδάσκων αὐτοὺς ἑαυτῶν ἐξομολογεῖσθαι τῷ θεῷ τὰς ἁμαρτίας καὶ κατηγορεῖν αὐτοὺς ἑαυτῶν, ἵνα κἂν οὕτως πληγέντες τὴν ψυχὴν ἀνανεύσωσι καὶ ἐπιστρέψωσι μετανοεῖν διδαχθέντες. πῶς δὲ ἀνέμειναν κρίσιν, καὶ οὐκ ἔστιν, ἀλλ' ἐπεὶ μὴ εὗρον τὴν κρίσιν τὴν τοῖς ἔθνεσι κατηγγελμένην, ὡς προείρηται· μακρὰν γὰρ ἐξ αὐτῶν ἀπέστη καὶ διὰ τί διδάσκουσιν αὐτοὶ λέγοντες· πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν. Τίνα δὲ πάντα ταῦτα, ἃ κατηγόρησαν ἑαυτῶν πάλιν διδάξουσι λέγοντες· ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, κατὰ δὲ τὸν Σύμμαχον· ἔγνωμέν φησιν ἀδικεῖν καὶ ψεύδεσθαι κατὰ κυρίου, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ