1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

58

ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε». καὶ αὖθις ἱστορεῖ ἡ γραφὴ τοὺς περὶ τὸν Ἰάκωβον εἰρηκέναι τῷ Παύλῳ· «θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν». λοιποῖς δὲ ἔθνεσιν οἱ ἀπόστολοι καὶ οἱ πρῶτοι εὐαγγελισταὶ τοῦ λόγου πρώτοις Ἰουδαίοις ἐκήρυττον, μύριοί τε ἦσαν καθ' ἕκαστον ἔθνος Ἰουδαῖοι τὸν Χριστὸν τοῦ θεοῦ κηρύττοντες, δι' ὧν ἁπάντων τὸ εὐαγγέλιον πᾶσι διεδίδοτο τοῖς ἔθνεσι «συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς», οὓς καὶ ζηλωτοὺς ὁ θεὸς ἐποίει καὶ παρὰ πᾶσιν ἐνδόξους τοῖς τὸν καταγγελόμενον ὑπ' αὐτῶν λόγον παραδεχομένοις. Καὶ τοῦτό γε φησὶ «τὸ λεῖμμα κατ' ἐκλογὴν χάριτος» ἀρεῖ σημεῖον ἐν τοῖς ἔθνεσι καὶ πρὸ πάντων συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα, τοὺς ἐν ταῖς τέσσαρσι πτέρυξι τῆς γῆς· παραγγελίαν γὰρ εἰληφότες «πορεύεσθαι» «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». τοῦτ' ἔπραττον κηρύττοντες πρῶτον τὸ εὐαγγέλιον μετὰ τοῦ τοὺς «ἀσθενοῦντας ἰᾶσθαι καὶ λεπροὺς καθαρίζειν, δαίμονας ἐκβάλλειν», «δωρεάν» τε ταῦτα ποιεῖν κατὰ τὰ παρηγγελμένα, «πρώτοις» δὲ κηρύττοντες τοῖς ἐκ περιτομῆς συνήγαγον τοὺς ἐξ αὐτῶν πιστεύοντας εἰς τὴν τοῦ Χριστοῦ ἐκκλησίαν πάλαι ὄντας ἀπολλυμένους, καθὰ ἐδίδασκεν ὁ σωτὴρ λέγων· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». ταῦτα δὲ ἔπραττον ἐν ταῖς τέτταρσι πτέρυξι τῆς γῆς, διατρέχοντες ἀνατολὴν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν· «πρώτοις» μὲν οὖν ἐκείνοις μετεδίδοσαν «τοῦ εὐαγγελικοῦ λόγου», ἔπειτα «τοῖς λοιποῖς ἔθνεσιν» ἐκήρυττον. διὸ λέλεκται· καὶ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα. τίς δὲ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ ἢ ὁ ἀποστολικὸς χορὸς ἢ καὶ ὁ δι' αὐτῶν κηρυττόμενος «ἐκ ῥίζης Ἰεσσαί», ὅ τε ἐν αὐτῷ κατοικῶν θεὸς λόγος; συνήγαγον τότε ὑπὸ μίαν ἐκκλησίαν οὐκέτι διεστῶτες οὐδὲ ἀφωρισμένοι ἀλλήλων ὡς τὸ πρότερον. Ἰδίως μὲν ἡ φυλὴ τοῦ Ἐφραὶμ καὶ οἱ ὑπὸ ταύτην λαοὶ ἐν Σαμαρείᾳ βασιλευόμενοι, ἰδίως δὲ οἱ τῆς φυλῆς Ἰούδα ὑπάρχοντι τῷ ἐν Ἰερουσαλὴμ βιοῦντες, διὸ καὶ ἀφαιρεθήσεσθαι τὸν ζῆλον τὸν μεταξὺ αὐτῶν φησιν ὡς μηκέτι Ἐφραὶμ τὸν Ἰούδαν ζηλῶσαι μήτε Ἰούδα τὸν Ἐφραίμὅπερ ἐγίγνετο κατὰ τοὺς τῆς προφητείας χρόνους, ὡς ὁ λόγος ἐδήλου διὰ τῶν ἔμπροσθεν. Ἑξῆς τούτοις φησί· καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι· πάντως γὰρ ἐχρῆν αὐτοὺς περινοστοῦντας τὰ ἔθνη καὶ τῇ διὰ θαλάττης χρήσασθαι πορείᾳ, ὥσπερ οὖν ἱπτάμενοι ᾗ τάχος καὶ τὸν διὰ θαλάττης δρόμον ἤνυον, ὥστε ἐν βραχεῖ χρόνῳ πλείστοις ἔθνεσι τὸ εὐαγγέλιον κηρύξαι. καὶ τοτὲ μὲν διέτρεχον πεζῇ, τοτὲ δὲ διὰ θαλάττης, οὐχὶ Ἰουδαίοις χρώμενοι κυβερνήταις, ἀλλ' αὐτοῖς τοῖς τὸν Χριστοῦ λόγον παραδεδεγμένοις. κατὰ τὸ αὐτὸ δὲ καὶ τὴν θάλατταν προενόμευον, οὕτω σημαίνοντος τοῦ λόγου τὰς νήσους, ἃς ἐν παρόδῳ διερχόμενοι τοὺς ἐν αὐταῖς τῇ σωτηρίῳ καθυπέταττον διδασκαλίᾳ. τοῦ δὲ λόγου γνῴης ἂν τὸ ἀποτέλεσμα ἐξ ἑνὸς παραδείγματος· Παῦλος ὁ ἀπόστολος, εἷς ὢν τῶν θεσπιζομένων, εἰς τὴν Ῥωμαίων ἀνιὼν διὰ θαλάσσης τὴν πορείαν ἐποιεῖτο, καταχθεὶς δὲ «ἐν Μελίτῃ οὕτω καλουμένῃ νήσῳ» θαῦμα τοῖς ἐπιχωρίοις παράδοξον ἐπεδείξατο, νοσοῦντάς τε τὰ σώματα ἰασάμενος τοὺς θεωμένους ἐξέπληξεν οὕτως, ὡς πολλοὺς προνομεῦσαι καὶ ἑλεῖν ὑπὸ τὴν σωτήριον διδασκαλίαν. διὸ εἴρηται· καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν· προνομεύσουσιν οὖν φησιν οἱ Χριστοῦ μαθηταὶ καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν. ἱστοροῦνται γοῦν τινες αὐτῶν μέχρι καὶ τῆς Περσῶν καὶ Ἰνδῶν διεληλυθέναι χώρας. ἐπεὶ δὲ ἐδόκουν κατὰ τοὺς χρόνους τοῦ προφήτου Ἰδουμαῖοι καὶ Ἀμμανῖται