1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

86

τούτων σημαίνειν, ὡς μηδὲ ἴχνος νοτίδος ὑδάτων μήτ' ἐν τῷ ποταμῷ φαίνεσθαι μήτ' ἐν τῷ ἕλει μήτ' ἀμφὶ τὸν ποταμὸν ἐκτὸς μήτ' ἐν αὐτῷ μέσῳ μήτ' ἐν διώρυξι μήτ' ἐν στασίμοις ὕδασι· λεῖψιν δ' ἀθρόως τούτων ἔσεσθαι ἁπάντων ὡς μηδαμοῦ τῆς Αἰγυπτίων γῆς ὕδατα ὑφεστάναι. εἰ μὲν οὖν ἐπὶ τούτοις καὶ ἀνθρώπων ἐπήγαγεν ἀφανισμὸν ἡ προφητεία, οὐδὲν ἐλείπετο ζητεῖν· ἀκόλουθον γὰρ ἦν τοῦ τοσούτου ποταμοῦ καὶ παντὸς ὕδατος ἐκλιπόντος πᾶν ζῷον ἀπόλλυσθαι τοῦ ποταμοῦ στερόμενον. νῦν δ' ὅτε καὶ μετὰ τὴν τῶν ὑδάτων ἔκλειψιν πλήθους ἀνδρῶν γενησομένων ἐπὶ τῆς Αἰγύπτου μέμνηται, καὶ ὡς ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ, καὶ ὡς θύσουσιν οἱ Αἰγύπτιοι τῷ κυρίῳ, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις. τίς οὐκ ἂν εὐλόγως ζητήσειε, πῶς οὗτοι διαζήσονται τοῦ παντὸς ὕδατος ἐκλελοιπότος ὡς μηδὲ χλωροῦ μετέχειν τὴν χώραν; ἀλλ' οὗτος ὁ λόγος καὶ τὸν οὐκ ἐθέλοντα βιάζεται ἐπὶ τροπικὴν μεταβαίνειν θεωρίαν, ὥστ' ἐξ ἀνάγκης ποταμοὺς καὶ ὕδατα νοεῖν Αἰγύπτια ἤτοι τὰ πλήθη τῆς Αἰγυπτιακῆς δυνάμεως, ἢ τὴν βασιλείαν αὐτῶν τὴν πάλαι ποταμῶν δίκην πλημμυροῦσαν, ἢ καθ' ἑτέραν ἐκδοχὴν τὴν παρὰ τοῖς Αἰγυπτίοις τὸ παλαιὸν ἀκμάζουσαν φιλοσοφίαν, περὶ ἧς λέλεκται· «καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων»· πολλὴ γάρ τις ἦν αὕτη, καὶ μέγας ἦν ὁ παρ' αὐτοῖς ῥέων ποταμός, ὁ τῆς παρ' αὐτοῖς θαυμαζομένης σοφίας λόγος. τούτου τε ὑπῆρχε μέρη πολλὰ κατακερματιζομένου εἰς πολλὰς διώρυγας καὶ εἰς πολλοὺς ποταμοὺς τοὺς καθ' ἕκαστον τῶν παρ' αὐτοῖς μαθητῶν λόγους, ἐξ ὧν ἔφυον οὐκ ἄμπελοι οὐδὲ ἐλαῖαι οὐδέ τι τῶν ἐγκάρπων καὶ ἀναγκαίων δένδρων, ἀλλὰ πάπυρος καὶ κάλαμος καὶ τὸ χλωρὸν ἄχι. Ἀλλὰ γὰρ ἐκλιπόντων τῶν Αἰγυπτιακῶν ὑδάτων οἱ θηραταὶ τῶν ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, πενθήσειν λέγονται. νοήσεις δὲ τοὺς ἐν τῇ προφητείᾳ λεγομένους ἁλιεῖς καὶ ἀμφιβολεῖς ἐξ ἑτέρων ἁλιέων καὶ σαγηνευτῶν, λέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν, οἷς ἔλεγε τό· «∆εῦτε καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων». εἰ γὰρ οὗτοι διὰ τῆς αὐτῶν διδασκαλίας ἐθήρευον τὰς τῶν ἀνθρώπων ψυχὰς ἕλκοντες ἐπὶ σωτηρίαν, διὰ τί οὐκ ἂν εἴποις καὶ τοὺς Αἰγυπτίων λεγομένους ἁλιεῖς καὶ ἀμφιβολεῖς τοὺς πάλαι διδασκάλους τῆς παρ' αὐτοῖς φιλοσοφίας εἶναι, οἳ διὰ τῆς Αἰγυπτιακῆς γοητείας ἐπαγίδευον ὥσπερ ἀγκίστροις δελεάζοντες τοὺς ὑπ' αὐτῶν ἁλισκομένους. σαγήνας δὲ αὐτῶν νοήσεις ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν παραβολῆς, δι' ἧς εἴρηται· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων». ὥσπερ οὖν ἐν τῇ παραβολῇ οἱ ἄνθρωποι ἰχθύες εἴρηνται καὶ σαγήνη ὁ περὶ τῆς βασιλείας τῶν οὐρανῶν εὐαγγελικὸς λόγος, οὕτως καὶ ἐνταῦθα ἡ πολύπλοκος δεινότης τοῦ τῶν Αἰγυπτίων λόγου εἴη ἂν ἡ σαγήνη καὶ τὰ ἀμφίβληστρα ὁμοίως. οἱ δὲ σαγηνευόμενοι καὶ ἁλισκόμενοι πρὸς αὐτῶν ἰχθύες ἂν εἶεν οἱ ταῖς ἀπατηλαῖς σοφιστείαις εἰς πᾶν εἶδος ἀθέου δεισιδαιμονίας ὑποσυρόμενοι. στενάξειν δὴ οὖν καὶ πενθήσειν λέγονται οἱ ἀμφιβολεῖς τῆς Αἰγύπτου, μηκέτ' ἔχοντες ἐργασίαν διὰ τὸν ἐπιδημήσαντα αὐτοῖς κύριον καὶ τὴν πᾶσαν αὐτῶν σοφίαν ἀπολέσαντα κατὰ τό· «ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». Οὕτω νοήσεις καὶ τοὺς ἐργαζομένους τὸ λίνον, οὐ τὸ στερρὸν καὶ ἀρραγὲς ἀλλὰ τὸ σχιστόν, δηλαδὴ λόγον διερρωγότα καὶ διεσχισμένον, καὶ τὴν βύσσον δὲ ὡσαύτως, ἐπεὶ καὶ αὐτὰ τοῦ Αἰγυπτίων ποταμοῦ μετεῖχεν ἐξ αὐτοῦ ἀρδόμενα. διὸ καὶ τοὺς τούτων φησὶν ἐργαστὰς στενάξειν ὁ λόγος· ὅτε μηκέτ' αὐτοῖς πρὸς περιβολὴν καὶ κόσμον τῆς παρ' αὐτοῖς σοφίας τὰ διὰ τούτων ὑφάσματα ηὐπορεῖτο. διὰ λίνου γὰρ ὥσπερ καὶ βύσσου κόσμον καὶ περιβολὴν ἑαυτοῖς περιενόουν πιθανοῖς τισι καὶ ἀπατηλοῖς λόγοις τὸ παρ' αὐτοῖς ψεῦδος καλύπτοντες. οὐ μόνους δὲ τούτους