1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

24

οὐκοῦν τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ἑώρακεν. οὕτω καὶ Μωσεῖ, οὕτω καὶ Ἰεζεκιήλ, οὐχ ὁμοίως τὰς ὀπτασίας ποιούμενος. ἑώρα δὲ τὴν τοῦ σωτῆρος ἡμῶν δόξαν ὁ προφήτης οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, τοῖς δὲ τῆς διανοίας πεφωτισμένοις ὑπὸ τοῦ ἁγίου πνεύματος· ὡς γὰρ οἱ τοῦ σώματος ὑπὸ τῆς ἔξωθεν χορηγουμένης τοῦ φωτὸς αὐγῆς συνεργοῦνται εἰς τὸ βλέπειν τὰ αἰσθητά, τὸν αὐτὸν τρόπον τὰ τῆς κεκαθαρμένης ψυχῆς ὄμματα ὑπὸ νοεροῦ φωτὸς καταυγαζόμενα τὰ θεῖα κατοπτεύειν δύναται. διὸ καὶ ὁ σωτὴρ τοῦτ' ἐδίδασκεν λέγων· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται», ὧν εἷς ὑπάρχων καὶ ὁ Ἠσαΐας εἶδε τὸν κύριον ἐν τῷ χρόνῳ τῆς τελευτῆς Ὀζίου τοῦ βασιλέως. διὰ τί δὲ μὴ ἔτι ζῶντος τὴν προκειμένην ὄψιν ἑώρα, ἀλλ' ἐν τῷ ἐνιαυτῷ, ᾧ ἀπέθανεν; ἐπειδὴ διὰ τὸ τολμῆσαι Ὀζίαν τὸν βασιλέα τὸ ἀνόσιον τόλμημα ἡ δόξα τοῦ θεοῦ ἡ πάλαι ἐπισκιάζουσα τὸν οἶκον ἀνακεχωρήκει πάντα τὸν χρόνον τῆς αὐτοῦ ζωῆς, καθ' ὃν λελεπρωμένος κατῴκει τὴν Ἰερουσαλήμ· λεπροῦ γὰρ βασιλέως οἰκοῦντος τὸν τόπον. ἐπεὶ δὲ ἐτελεύτα μὲν ἐκεῖνος, Ἰωαθὰμ δὲ ὁ υἱὸς αὐτοῦ τὴν βασιλείαν διεδέδεκτο, περὶ οὗ γέγραπται· «εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου». εἰκότως κατ' αὐτὸν ἐκεῖνον τὸν ἐνιαυτὸν ἐν ᾧ ὁ λελεπρωμένος μετηλλάχει τοῦ βίου, ὁ δὲ εὐάρεστος τῷ θεῷ τὴν βασιλείαν ὑποδέδεκτο, αὖθις ἡ δόξα τοῦ θεοῦ ἐπανῄει ἐπὶ τὸν οἶκον, δηλαδὴ ἐπὶ τὸν ναόν, ὃ δὴ καὶ ἱστορεῖ ὁ προφήτης λέγων· καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ· ὁ μὲν οὖν οἶκος τῆς δόξης πεπλήρωτο, ὁ δὲ προφήτης οὐκ ἔνδον ἐν τῷ οἴκῳ τὸν κύριον ἑώρα, ἀλλὰ τὸν μὲν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. οὗτος δὲ ἦν, ὃν ἡ θεία γραφὴ παρίστη ἡ φήσασα· «κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ». καὶ αὐτὸς δὲ ὁ κύριος τοῦτ' ἐδήλου λέγων· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος». οὐκοῦν ἐπὶ μὲν τῆς οὐρανίου βασιλείας ἐνθρονιζόμενον τὸν κύριον τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁ προφήτης ἑώρα, τὸν δὲ ἐπὶ γῆς οἶκον πλήρη δόξης εἶναί φησιν, ὥσπερ τισὶν φωτὸς ἀκτῖσιν ἄνωθεν ἐξ οὐρανοῦ ταῖς τοῦ θείου λόγου μαρμαρυγαῖς καταυγαζόμενον. Ἀσώματοί τινες θεῖαι καὶ ὑπερκόσμιοι δυνάμεις, ἃς καὶ ὁ ∆ανιὴλ ἐδήλου λέγων· «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἐνώπιον αὐτοῦ». δύο μὲν οὖν εἶναι τὰ σεραφεὶμ ἐνόμισαν ἄλλοι, ἐγὼ δὲ ἐπιστήσας τῇ διανοίᾳ τῆς λεγούσης γραφῆς κύκλῳ αὐτοῦ τὰ σεραφεὶμ ἑστάναι πλεῖστα εἶναι ἡγοῦμαι, ταῦτα στεφάνου δίκην ἁπανταχόθεν ὥσπερ μέγαν βασιλέα δορυφοροῦντα, περιέποντά τε αὐτὸν τὸν θρόνον τῷ φωτίζεσθαι καὶ ζωοποιεῖσθαι ἐξ αὐτοῦ, διὰ ταῦτα δὲ τὰ κυκλοῦντα αὐτὸν σεραφεὶμ κύριος σαβαὼθ ὠνομάζετο, ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν. ἓξ δὲ πτέρυγες τῷ ἑνὶ λέγονται προσπεφυκέναι, τῷ ἕκαστον κεκοσμῆσθαι, ὥσπερ πτέρυξιν, ἐμφύτοις ἀρεταῖς καὶ μετεωροπόλοις δυνάμεσιν, αἷς ἱπτάμεναι δι' οὐρανοῦ καὶ αἰθέρος φέρονται, νοηταῖς τισι χρώμεναι ἐνεργείαις, πραγμάτων τινῶν ἡμῖν ἀρρήτων ἀποτελεστικαῖς· ὡς γὰρ ἐν ἀνθρώποις οἱ ἅγιοι τοῦ θεοῦ «χαρισμάτων κρειττόνων» μετεῖχον, ὡς προφητεύειν τὰ μέλλοντα καὶ νόσους ἰᾶσθαι καὶ νεκροὺς ἀνιστᾶν καὶ γλώσσαις σοφίας τε λαλεῖν καὶ γνώσεως μετέχειν, ἢ καὶ ὥσπερ κατὰ τὸ σῶμα φυσικοῖς αἰσθητηρίοις κεχρήμεθα τὸν ἀριθμὸν πέντε ὁράσει, ἀκοῇ, ὀσφρήσει, γεύσει, ἁφῇ, οὕτω πως τάχα τὴν τῶν ἀγγέλων φύσιν εἰκός, δυνάμεσι θείαις τισὶ καί τινων παραδόξων ἐνεργητικαῖς, ἡμῖν τε ἀγνώστοις κεχρῆσθαι, ἃς δὴ πτέρυγας ὁ λόγος