1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

181

ἀπιστίᾳ οὐδεὶς εὕρηται θεὸς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· ἠλέγχθησαν γοῦν τὸ μηθὲν ὄντες καὶ διὰ τοῦτο μηθὲν δυνάμενοι. διὸ καὶ ἐὰν ἐπερωτήσω αὐτούς Πόθεν εἶεν, οὐδεὶς αὐτῶν ἀπόκρισιν δώσει· δῆλοι γάρ εἰσιν οἱ ποιηταὶ αὐτῶν ἄνδρες χειροτέχναι, ἐπειδὴ πάντα «τὰ εἴδωλα τῶν ἐθνῶν ἔργα χειρῶν» τυγχάνει «ἀνθρώπων». μάτην ἄρα πεπλανῆσθε πάντες ὑμεῖς· διόπερ εἰδέναι ὑμᾶς βούλομαι, ὡς αὐτὸς ἐγὼ τῇ ἐμαυτοῦ ἐκκλησίᾳ τὴν κατὰ πάντων ἀρχὴν δώσω καὶ τὴν ἐξουσίαν τῆς ἐμῆς βασιλείας μόνῃ τῇ ἐμῇ Σιὼν δωρήσομαι καὶ τὴν ἐμὴν Ἰερουσαλὴμ παρακαλέσω τάξων αὐτὴν εἰς ὁδὸν ὑπὲρ τοῦ πάντας τοὺς ὁδεύοντας ἐν αὐτῇ ἐπὶ τὸ τρισμακάριον ὁδεύειν τέλος τὸ ἄγον πρὸς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. 2.22 Σφόδρα ἀκολούθως τῷ περὶ τῶν εἰδώλων ἐλέγχῳ ἀντιπαρέθηκε τὴν περὶ τοῦ Χριστοῦ προφητείαν καὶ τὴν ταύτῃ παρεπομένην τῶν ἐθνῶν κλῆσιν· ἀλλὰ γὰρ πρὸ τῆς εἰς τοὺς τόπους θεωρίας ἐπιτηρῆσαι ἄξιον, ὡς οὔτε τὸ τοῦ Ἰακὼβ ὄνομα οὔτε τὸ τοῦ Ἰσραὴλ ἐν τῇ προκειμένῃ ἐμφέρεται προφητείᾳ. διὸ οὐδὲ οἱ λοιποὶ ἑρμηνευταὶ οὐδὲ ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐμνημόνευσεν αὐτῶν, ἀλλ' ὁ μὲν Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· ἰδοὺ ὁ δοῦλός μου, ἀνθέξομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου, ὁ δὲ Ἀκύλας· ἰδοὺ ὁ δοῦλός μου ἀντιλήψομαι ἐν αὐτῷ. διὰ μὲν οὖν τῶν ἔμπροσθεν ὁ ἀποστολικὸς χορὸς ὠνομάζετο Ἰακὼβ καὶ Ἰσραήλ, ἐν οἷς εἴρηται· «Σὺ δέ, Ἰακώβ, ὁ παῖς μου, Ἰσραήλ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα».ἐν δὲ τοῖς μετὰ χεῖρας, ἐπειδὴ τὸ κρεῖττον εἰσῆκται πρόσωπον ὡς ἂν μὴ ὁ αὐτὸς εἶναι νομισθείη τοῖς προδηλωθεῖσιν οὐκ ὠνομάσθη οὔτε Ἰακὼβ οὔτε Ἰσραὴλ οὔτε σπέρμα Ἀβραάμ, σαφῶς δὲ περὶ τοῦ Χριστοῦ τοῦ θεοῦ λέλεκται, καθὼς ἐμαρτύρησεν ὁ Εὐαγγελιστὴς τό· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. καὶ μετὰ πάντα ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν, ἃ οὐχ ἥρμοζε τῷ ἀποστολικῷ λέγεσθαι χορῷ· εἰκότως ἄρα ἐν τῇ προκειμένῃ προφητείᾳ τὸ τοῦ Ἰακὼβ ὄνομα καὶ τὸ τοῦ Ἰσραὴλ σεσιώπηται· ἕτερος οὖν τίς ἐστιν ὁ ἐνταῦθα λεγόμενος παῖς τοῦ θεοῦ καὶ ἐκλεκτὸς αὐτοῦ. διὸ πρόσκειται τό· προσεδέξατο αὐτὸν ἡ ψυχή μου· μόνος γὰρ ἦν οὗτος ὁ ἐκλεκτὸς τοῦ θεοῦ, καὶ τοῦτον προσεδέξατο ἡ λεγομένη ψυχὴ τοῦ θεοῦ, συνήθως τῆς θείας γραφῆς τῷ τῆς ψυχῆς ὀνόματι καταχρωμένης ἐπὶ τοῦ θεοῦ, ἐπεὶ καὶ πόδας καὶ χεῖρας καὶ δακτύλους καὶ ὀφθαλμοὺς θεοῦ εἴωθεν ἀνθρωπινώτερον προφέρεσθαι. ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. εὕροις δ' ἂν ταῦτα συνῳδὰ τοῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου τεθεσπισμένοις. ἐκλεκτὸς δὲ οὐκέθ' ὁμοίως τοῖς ἀποστόλοις, ἐπειδὴ μόνῳ αὐτῷ λέλεκται τό· «ὃν ᾑρέτισεν ἡ ψυχή μου», ἀλλὰ καὶ «τὸ πνεῦμα τοῦ θεοῦ ἐπὶ μόνον αὐτὸν ἐπανεπαύσατο»· «ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». τὸ δὲ πνεῦμα τὸ δοθὲν ἐπὶ τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντα αὐτὸς ἦν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὃ δὴ καὶ ὁ Ἀπόστολος ἐδήλου φάσκων· «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι». διόπερ ὡς μόνος χωρήσας τὸ πνεῦμα τὸ πατρικὸν τὰ ἑξῆς πάντα ἐργάζεται ἐξαγγέλλων τὰ περὶ τῆς καθολικῆς κρίσεως τοῖς ἔθνεσιν εἰς τὸ παρασκευάζεσθαι τοὺς πάντας εἰς τὴν μέλλουσαν τοῦ θεοῦ κρίσιν. διὸ λέλεκται· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Εἶτ' ἐπειδήπερ ἡσύχως καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον ὡς μηδὲ τοῖς ὑπ' αὐτοῦ θεραπευομένοις ἐπιτρέπειν αὐτὸν φανερὸν ποιεῖν τοῖς πᾶσι. τούτου χάριν εἴρηται· οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ, ἀλλ' οὐδὲ κάλαμον συντρίψει τεθλασμένον· οὕτω γὰρ ἀψοφητὶ καὶ ἡσύχως διελεύσεται τὸν ἐν ἀνθρώποις βίον, ὡς μηδὲ τὸν τυχόντα ἄνθρωπον λυπῆσαι τὸν πάντων ταπεινώτερον καὶ ἀσθενέστερον, καλάμῳ διὰ τὸ ἀσθενὲς ἀπεικασμένον. ἀλλ' οὐδὲ λίνον καπνιζόμενον σβέσει, ἢ κατὰ τὸν Σύμμαχον·