3
ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. τίς δὲ ἦν ὃν ἐγκατέλιπον ἢ ὁ Χριστός, ὃν διὰ τὸ παρωργικέναι καὶ ἐγκαταλελοιπέναι τὰ ἑξῆς ἐπιλεγόμενα πεπόνθασιν; τηρητέον ὡς τὰ προκείμενα τοῦ παντὸς ἔθνους Ἰουδαίων ἀρχόντων τε καὶ ἀρχομένων κατηγορεῖ, οὐδὲν ἕτερον ἢ ὡς τὸν κύριον καταλιπόντων· οὐ γὰρ εἰδωλολατρίαν αὐτοῖς ἐπιμέμφεται, ἀλλ' ὅτι τὸν κύριον καταλελοίπασιν, ὃν βοῦς καὶ ὄνος ἐπέγνω, ὁ δὲ Ἰσραὴλ οὐ συνῆκεν. διόπερ εἰκότως αὐτὸν ταλανίζει ὡς καὶ αὐτῶν τῶν τῇ φύσει ἀλόγων ἀποδειχθέντα πολὺ χείρονα. 1.11 Ἀνίατόν τινα καὶ ἀθεράπευτον ἐπιμέμφεται αὐτοῖς νόσον· πᾶσαν γὰρ κεφαλήν φησιν εἰς πόνον καὶ πᾶσαν καρδίαν εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. εἶτα καὶ ἀπογινώσκει αὐτῶν ὁ λόγος τὴν θεραπείαν λέγων· οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἅπερ εἰ μετὰ τοὺς χρόνους τοὺς περὶ τὴν σωτήριον παρουσίαν ἐκλαμβάνοιτο χώραν ἔχει, ἐπειδὴ τότε «ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος». εἰ δὲ ἐπὶ τοὺς ἀνωτέρω χρόνους οὐκ ἂν ἀληθεύοιτο, διὰ τὸ κατὰ χρόνους καὶ καθ' ἑκάστην γενεὰν ἐπ' αὐτῆς τε τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας γεγονέναι τινὰς παρ' αὐτοῖς θεοφιλεῖς ἄνδρας, ὥστε εὐλόγως ἡμᾶς τὰ προκείμενα ἐπὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν ἐκλαβεῖν, καθ' ἣν διὰ τὸ μὴ συνιέναι ἐπιδημήσαντα αὐτοῖς τὸν Χριστὸν τοῦ θεοῦ, πολιορκηθέντες ὑπὸ Ῥωμαίων οὐκέτι ἦραν κεφαλήν. ἀπηλλοτριώθησαν γοῦν εἰς τὰ ὀπίσω καὶ πᾶσα αὐτῶν κεφαλή, ἀρχοντικὴ δηλαδὴ ἐξουσία, ταπεινωθεῖσα γέγονεν εἰς πόνον, πᾶσά τε καρδία εἰς λύπην, ὡς ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀπὸ μικροῦ δηλαδὴ καὶ ἕως μείζονος, μὴ εἶναι ἐν αὐτοῖς ὁλοκληρίαν, μηδέ τι φάρμακον αὐτοῖς ἐπινοεῖς σωτήριον. πῶς γὰρ καὶ οἷόν τε ἦν ἕτερον αὐτοὺς ὑγείας καὶ σωτηρίας ποιητικὸν εὑρᾶσθαι φάρμακον ἀρνησαμένους τὸν κύριον, μηδὲ ἐπεγνωκότας αὐτὸν μηδὲ συνιέντας ἐπιδημήσαντα αὐτοῖς τὸν τῶν ψυχῶν ἰατρὸν τὸν μόνον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῶν ὁμοῦ καὶ σωμάτων ἰάσασθαι δυνάμενον. ἀντὶ δὲ τοῦ· οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία οὔτε τραῦμα οὔτε μώλωψ καὶ τῶν ἑξῆς ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· οὐκ ἔστιν ἐν αὐτῷ ὑγιές, ἀλλὰ τραῦμα καὶ μώλωψ καὶ πληγὴ κρούματος οὐ σφιγγομένη οὐδ' ἐπιδεσμουμένη οὐδ' ἁπαλυνομένη ἐλαίῳ. 1.12 Τό· ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, καὶ τὰ τούτοις ἐπιλεγόμενα καὶ τότε μὲν οὐδαμῶς ἐνηργεῖτο ὁπηνίκα ἐλέγετο, μέλλοντα δὲ συμβήσεσθαί ποτε μακροῖς ὕστερον χρόνοις τῷ προφήτῃ προεθεωρεῖτο. ἀντὶ δὲ τοῦ· ὡς σκηνὴ ἐν ἀμπελῶνι, ὁ Σύμμαχος ὡς καλύβη φησὶν ἐν ἀμπελῶνι καὶ ὡς νυκτοφυλάκιον ἐν σικυηράτῳ καὶ ὡς πόλις πεπορθημένη. τὸν δ' ἐνταῦθα ἀμπελῶνα ὠνομασμένον ἐν τοῖς μετὰ ταῦτα τὸ πᾶν ἔθνος εἶναι διασαφεῖ ὁ αὐτὸς προφήτης λέγων· «ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον». εἶθ' ἐπάγει τὴν αἰτίαν τῆς ἐρημίας αὐτῶν λέγων· «ἔμεινα ἵνα ποιήσῃ δικαιοσύνην, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». 1.13 Ἐπεὶ αὐτοὶ πρότεροι «ἐγκατέλιπον τὸν κύριον καὶ παρώργισαν τὸν ἅγιον τοῦ Ἰσραήλ», εἰκότως ἐγκαταλειφθήσεσθαι λέγονται. τὸ δέ· ὡς σκηνὴ ἐν ἀμπελῶνι καταλείπεσθαι, σημαίνει τὴν παντελῆ αὐτῶν ἀκαρπίαν· ἕως μὲν γὰρ καρπῶν ἀγαθῶν πεπλήρωται, ἀμπελὼν τὸν φρουροῦντα κέκτηται, ὃς σκηνὴν πηξάμενος ἄνωθεν ἀφ' ὑψηλοῦ ἀφορᾷ καὶ φυλάττει τὸν ἀμπελῶνα. εἰ δ' ὁ τούτου καρπὸς ἀφανισθῇ, τηνικαῦτα ὁ φύλαξ ὡς ἂν μὴ εἰς μάταιον κάμνοι, τὴν σκηνὴν ἔρημον καταλιπὼν ἀναχωρεῖ τῆς φυλακῆς. τοῦτο δὴ οὖν αὐτὸ γενήσεσθαι περὶ τὸν νεὼν τὸ θεῖον πνεῦμα θεσπίζει· τοῦ γάρ τοι παντὸς ἔθνους δίκην ἀμπελῶνος συνεστῶτος, ὥσπερ τις σκηνὴν μέση τοῦ παντὸς ὁ ἐν τῇ Ἰερουσαλὴμ νεὼς ἵδρυτο, ἔνθεν τε ὡς ἀπὸ σκοπῆς ὁ φρουρὸς τὸν ἀμπελῶνα ἐπεσκόπει, ἐπεὶ δὲ «ἀντὶ σταφυλῆς ἐποίησεν ἀκάνθας», ἀκόλουθον καὶ