4
τὴν πόλιν καὶ τὸν νεὼν ἐγκαταλειφθήσεσθαι θεσπίζει. ὡς σκηνὴ ἐν ἀμπελῶνι, ἀλλὰ καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ φησὶ διὰ τὸ οὐχ ὅπως τὰς κατ' ἀρετὴν πράξεις ὀνομαζομένας σταφυλὴν τὴν ὡς καρποῖς τιμιωτέραν μὴ φέρειν, ἀλλὰ μηδὲ τὴν καλουμένην ὀπώραν. τοιαύτη δέ τις ἦν ἡ πρόσκαιρος καὶ σωματικὴ κατὰ τὸν Μωσέως νόμον λατρεία ὡραία τις οὖσα τῇ ὄψει καὶ εὐθαλής, πλὴν ἀλλὰ πρόσκαιρος. διὸ καὶ ὁ τόπος, ἐν ᾧ τὰ τῆς ὀπώρας ἤκμαζεν, ὀπωροφυλάκιον ὠνόμαστο, ὃ δὴ καὶ αὐτὸ ἐγκαταλειφθήσεσθαι λέγεται. καταλιπόντος δὲ τὴν ἑαυτοῦ σκηνὴν καὶ τὸ ὀπωροφυλάκιον τοῦ δεσπότου καὶ φύλακος ἀκολούθως καὶ ἡ πᾶσα πόλις πεπολιορκημένη γέγονεν τῇ τε ἐρημίᾳ τοῦ τόπου καὶ τοῦ ἔθνους. 1.14 Ἐπειδὴ τὸ ἐξ αὐτῶν σπέρμα ὁ ἀποστολικὸς χορὸς «συνῆκέν τε αὐτὸν καὶ ἐπέγνω», εἰκότως ἀφορίζεται τοῦ πλήθους, μνήμην τε αὐτῶν ὁ λόγος ποιεῖται ἐκ προσώπου τῶν προφητῶν φάσκων· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν· ἄτοπον γὰρ τὸ νομίζειν τοὺς ἀποστόλους ἀσεβῶν σπέρμα λέγεσθαι, περὶ ὧν ἀνωτέρω ἐλέγετο· «σπέρμα πονηρόν, υἱοὶ ἄνομοι». Ταῦτα οὖν τῷ θείῳ πνεύματι οἱ προφῆται θεώμενοι παραμύθιον αὐτοῖς ἐπὶ τῇ τοῦ παντὸς ἔθνους ἀπωλείᾳ προσῆγον λέγοντες· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. 1.15 Παραβάλλει αὐτοὺς ἄρχουσι Σοδόμων καὶ λαῷ Γομόρρας διὰ τὴν μέλλουσαν καὶ αὐτοῖς ἐλεύσεσθαι καταστροφήν, ὁμοίως τοῖς τὰ Σόδομα καὶ Γόμορρα οἰκήσασιν ἀνδράσιν ἀσεβεστάτοις ἢ διὰ τὴν ὁμοιοτροπίαν τοῦ βίου, ἣν ἐν τοῖς ἑξῆς προϊὼν αὐτὸς ὁ προφήτης παρίστη λέγων· «τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν»· οὐκοῦν ἀποδέδεικται, δι' ἣν αἰτίαν ἄρχοντας Σοδόμων ἐκάλεσεν. Ἐπειδὴ Ἰουδαίων παῖδες ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ σεμνυνόμενοι μέγα ἐφρόνουν ὡς «τοῦ Ἀβραὰμ ὄντες σπέρμα» καὶ τοῦ Ἰσραὴλ ἀπόγονοι, εἰκότως τὸ μεγάλαυχον αὐτῶν ὁ λόγος ταπεινοῖ καὶ τὸ μάταιον οἴημα καθαιρεῖ, τοὺς μὲν ἄρχοντας τοῦ διαβοήτου Ἰσραὴλ Σοδόμων ἄρχοντας ὀνομάζων, αὐτὸν δὲ τὸν χρηματίζοντα λαὸν τοῦ θεοῦ λαὸν Γομόρρας ἀποκαλῶν, τοὺς διὰ τῶν ἴσων ἐπιτηδευμάτων τοῖς πάλαι ἀσεβήσασιν ὁμοιωθέντας. 1.16 Καινὸν διδασκαλίας νόμον ὁ λόγος εἰσάγει παραίτησιν ἔχοντα τῆς κατὰ Μωσέα σωματικῆς λατρείας· ἀναφέρομεν δὲ ταῦτα ἐπὶ τοὺς κατὰ τὸν σωτῆρα γενομένους ἄρχοντας τοῦ ἔθνους, οἳ κατὰ τοῦ κυρίου τολμήσαντες θυσίαις καὶ σπονδαῖς καὶ ταῖς ἄλλαις κατὰ τὸν νόμον σωματικαῖς λατρείαις ἱλάσκεσθαι τὸν θεὸν ἐνόμιζον. πρὸς δὴ οὖν τούτους ἀποτείνεται ὁ λόγος φάσκων· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; καὶ τὰ ἑξῆς. οἷς προστίθησιν τό· ἐγενήθητέ μοι εἰς πλησμονὴν καὶ τὰ ἑξῆς. ἐπὶ πᾶσιν τὴν αἰτίαν τῆς τοσαύτης ἀπειλῆς ἐκφαίνει συνάπτων ἑξῆς καὶ λέγων· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, «πληρώσαντες γὰρ τὸ μέτρον τῆς τῶν πατέρων αὐτῶν κακίας». τήρει τε ὡς ἐν τούτοις πᾶσιν οὐδαμοῦ διαβέβληνται εἰδωλολατρίᾳ, ἀλλ' ὅτι «μὴ ἔγνωσαν τὸν κύριον» καὶ ὅτι «μὴ συνῆκαν αὐτόν», τότε «ἐγκατέλιπον αὐτὸν καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραήλ». καὶ πρὸς ἅπασι τούτοις, ὅτι αἱ χεῖρες αὐτῶν γεγόνασιν αἵματος πλήρεις διὰ τῆς κατὰ τοῦ Χριστοῦ μιαιφονίας, ἣν μετὰ μυρίας προφητοκτονίας εἰργάσαντο, γεγόνασιν αἵματος πλήρεις. διὰ τοῦτο πᾶσα ἑορτὴ καὶ πανήγυρις, τά τε λοιπὰ δι' ὧν ἐνόμιζον ἀφέσεως ἁμαρτημάτων τυγχάνειν κατὰ τὸν Μωσέως νόμον, ἀφῄρηται αὐτῶν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν. θέα δὲ καὶ ὁποία τις αὐτοῖς ἐπάγεται ἀπειλὴ λέγουσα· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, ὃ καὶ αὐτὸ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο· διὸ ἑξῆς ἐπιλέγεται· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, εἰκότως γοῦν ἐπειδὴ χεῖρες