5
αὐτῶν πλήρεις γεγόνασιν αἵματος, ἐπενήνεκται τό· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, καὶ τό· ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. 1.17 Σφόδρα ἀκολούθως ὁ τὰ πρῶτα εἰρηκὼς κύριος ἔτι καὶ ταῦτα «πρὸς τοὺς» δηλωθέντας «ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας» διεξέρχεται ἐπὶ ἀγαθὰς ἐλπίδας αὐτοὺς προσκαλούμενος, εἰ μεταθέμενοι τῆς κακίας καὶ τῆς ἐθελοθρησκίας τῆς κατὰ τὸν σωματικὸν νόμον ἀναχωρήσαντες, ὑπήκοοι γένοιντο τῆς καινῆς αὐτοῦ διαθήκης καὶ τοῦ καινοῦ νόμου καὶ λόγου. διὸ μετὰ τὴν παρόρασιν τῶν ἐν τῇ παλαιᾷ διαθήκῃ τὰ τῆς καινῆς διαθήκης καὶ τὰ τοῦ καινοῦ νόμου εἰσάγει μυστήρια. ἃ δὴ καὶ ἐν τοῖς Εὐαγγελίοις αὐτὸς παρεδίδου λέγων· «ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». προκαλεῖται τοίνυν ὁ φιλάνθρωπος κύριος τοὺς τοσούτοις κακοῖς ἐνισχημένους τῷ τε προλεχθέντι αἵματι πεφυρμένους ἐπὶ τὴν ἀνάληψιν τῆς καινῆς διαθήκης σπεύδειν ἐπαγγελίαν αὐτοῖς προϊσχόμενος, τὴν διὰ αὐτῆς προξενουμένην ἄφεσιν ἁμαρτιῶν τοῖς τὰ μεγάλα ἠσεβηκόσιν. διό φησιν πρὸς αὐτούς· λούσασθε, καθαροὶ γένεσθε. καθαρτικὸς δὲ ψυχῶν ὁ σωτήριος τυγχάνων λόγος, οὐκ ἀναπέμπει μὲν ἐπὶ τὰ μωσαϊκὰ νόμιμα, προτρέπει δὲ σπεύδειν ἐπὶ τὰ εὐαγγελικὰ προστιθεὶς τῷ· λούσασθε, καθαροὶ γένεσθε τό· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. καὶ τοῦτο πράξατε ἀπέναντι τῶν ὀφθαλμῶν μου. μὴ γὰρ κατὰ τὸ νομιζόμενον ἀνθρώποις μέχρι τοῦ φανητιᾶν τὴν τῶν ἁμαρτημάτων ἐπιστροφὴν ποιεῖσθέ φησιν, ἐξ αὐτῆς δὲ ψυχῆς τῆς ἐμοὶ θεωρουμένης ἀφέλετε τὰς πονηρίας ὑμῶν. διὸ ἐπάγει· ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Εἶτα μεταβαλόντες τῆς κακίας μὴ μέχρι τούτου στῆτε, τὸν δὲ κατὰ ἀρετὴν ἀναλάβετε βίον, διδασκαλίᾳ καινῇ τῇ κατὰ τὸ εὐαγγέλιον χρησάμενοι· διδακτὸν γὰρ τὸ ἀγαθόν. διό φησι· μάθετε καλὸν ποιεῖν καὶ ἐκζητήσατε κρίσιν, ἔπειτα ταῦτα κατορθώσαντες ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. Ἐπειδὰν δὲ ταῦτα πάντα διαπράξησθε παρρησίαν λαβόντες, ἥκετε. εἶθ' ὡς ἐν δικαστηρίῳ διελεγχθῶμεν ἐγώ τε καὶ ὑμεῖς· ἐγὼ μὲν ὅσα πέπονθα ὑφ' ὑμῶν, ὅσα τε ὑμᾶς ἔτυχον εὐεργετήσας καταριθμούμενος καὶ ὡς μετὰ τοσαῦτα πλημμελήματα πάντων κακῶν ἀμνηστίαν ποιούμενος πεφοινιγμένας ὑμῶν τὰς χεῖρας ἐκ τοῦ προλεχθέντος αἵματος ἐκάθηρα λαμπροτέρας χιόνος αὐτὰς «διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας» καταστήσας. ὑμεῖς δὲ εἴ τις ὑμῖν πρὸς τὴν τοσαύτην χάριν ἔνεστιν λόγος, εἰς φανερὸν τοῦτον ἄγετε. 1.18 Τούτοις ἐπιλέγεται τό· καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου ἐν τῷ λούσασθαι καὶ τὰ λοιπὰ διαπράξασθαι κατὰ τὸν ἀποδοθέντα τρόπον, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. ἔνθ' ὁ λόγος ὡς μὲν πρὸς Ἰουδαίους διαλεγόμενος, οἷα νηπίους αὐτοὺς διὰ τῆς σωματικῆς ἐπαγγελίας τοῖς εἰρημένοις προτρέπει· πρὸς δὲ τὸν ἀληθῆ λόγον, γῆς τῆς ψυχῆς νοουμένης κατὰ τὴν σωτήριον παραβολὴν ἢ τὸν ἐπουράνιον σπόρον λέγεται παραδέχεσθαι. καὶ τότε μὲν «ἀποπνίγειν» καὶ ἀπολλύειν διαφόρως τὸν ἐν αὐτῇ καταβαλλόμενον λόγον, τότε δὲ «καρποὺς» εὐθαλεῖς «ἀποδιδόναι ἐν τριάκοντα ἢ ἑξήκοντα ἢ ἑκατὸν καρποφορίαις», ἀκόλουθόν ἐστιν ἀγαθὰ ψυχῆς νοεῖν ἤτοι τὰς κατὰ ἀρετὴν προκοπὰς καὶ τελειώσεις, ἢ τὰ ἐπηγγελμένα αὐτοῖς ἐν οὐρανῷ βασιλείᾳ καὶ ἐν ἐπουρανίῳ γῇ, περὶ ἧς ἐν Εὐαγγελίοις αὐτὸς ὁ σωτὴρ διδάσκων ἔλεγεν· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν». ἐπὶ ταύτης γοῦν τῆς οὐρανίου γῆς τὰ ὄντως ἀγαθὰ τυγχάνει· «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». ἔνθα καὶ ἡ «ἐπουράνιος» νοεῖται «Ἰερουσαλήμ». Πεισθεῖσιν μὲν οὖν ταῦτα ὁ λόγος ἐπαγγέλλεται, ἀπειθοῦσι δὲ ἀπειλεῖ λέγων· ἐὰν μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. πρὸς μὲν οὖν τὴν λέξιν αὐτίκα τοῖς λόγοις ἐπηκολούθει ἡ διὰ τῶν ἔργων ἔκβασις· οἱ