6
γοῦν μὴ ἐπακούσαντες τῇ σωτηρίῳ χάριτι αὐτοῖς ἄρχουσι καὶ αὐτῷ λαῷ τοῦ Ἰουδαίων ἔθνους παραχρῆμα καὶ οὐκ εἰς μακρὸν τῇ τῶν πολεμίων μαχαίρᾳ παρεδόθησαν, ἐπελθόντων αὐτοῖς Ῥωμαίων καὶ πολέμου νόμῳ τοὺς πάντας χειρωσαμένων. εἰ δὲ καὶ διαβολική τίς ἐστι μάχαιρα, καὶ ταύτῃ ἔκδοτοι γεγόνασιν διὰ τὸ ἀπειθῆσαι τῇ κλήσει τῆς τοῦ Χριστοῦ χάριτος. 1.19 Οὔτε γοῦν τὸ Ἑβραϊκὸν οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τῆς Σιὼν ἐνταῦθα ἐμνημόνευσαν. διδάσκει δὲ ὁ λόγος, ὡς πάλαι μὲν ᾤκησαν τὴν πόλιν ἄνδρες πιστοί, διὸ πιστὴ πόλις ἐχρημάτισεν, ὥσπερ ἂν εἴποι τις πιστῶν πόλις, ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δικαιοσύνης, ὡς ἂν ἐναρέτων ψυχῶν οἰκητήριον τότε γενομένη· διὸ κεκοιμῆσθαι ἐν αὐτῇ δικαιοσύνην, τοῦτ' ἔστιν ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. πάλαι μὲν οὖν τούτων πλήρης ἐτύγχανεν, τάχα που περὶ τοὺς χρόνους ∆αυίδ, ὃς πρῶτος ἑλὼν τὴν πόλιν ἐκ χειρὸς ἀλλοφύλων, τὴν κιβωτὸν τοῦ θεοῦ καὶ τὴν σκηνὴν ἐν αὐτῇ κατεστήσατο, αὐτός τε αὐτὴν βασιλικὴν ἀποδείξας ἑαυτοῦ ὡς χρηματίσαι «πόλιν ∆αυὶδ» τὸν τόπον· τότε γὰρ εἰκὸς ἦν αὐτὴν καὶ πιστὴν γεγονέναι, πλήρη τε κρίσεως καὶ δικαιοσύνης, νυνὶ δὲ γέγονεν πόρνη διὰ τοὺς ἐκπορνεύσαντας ἐν αὐτῇ. οὗτοι δὲ ἦσαν, οὓς ἑξῆς δηλοῖ λέγων· νῦν δὲ φονευταί. καὶ ταῦτα συμφώνως τοῖς προαποδοθεῖσιν ἐπὶ τοὺς χρόνους ἀναφέροιτ' ἂν τοῦ σωτῆρος ἡμῶν, μετὰ δὲ τὸ φονευτὰς ἀποκαλέσαι τοὺς ἐκπορνεύσαντας ἀπὸ τοῦ νυμφίου λόγου τὸ πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς τείνεται φάσκον· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον ἐπειδὴ καὶ μετὰ τὸ ἐκπορνεῦσαι καὶ φονευτὰς γενέσθαι προσεποιοῦντο θεοσεβείας λόγους ἀπαγγέλλειν καὶ τὰς θείας γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. ἦν αὐτῶν τὸ ἀργύριον ἀδόκιμον, δηλαδὴ ὁ «Ἰουδαϊκὸς» λόγος «μυθικός» τις ὢν καὶ «γραώδης» καὶ διὰ τοῦτο «ἀπόβλητος». καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν «καπηλεύοντες» τὴν διδασκαλίαν κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι, λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ τὸν στρυφνὸν καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως. 1.20 Καλούμενοι γὰρ ὑπὸ τοῦ σωτῆρος οὐχ ὑπήκουον, ἀλλὰ καὶ κοινωνοὶ κλεπτῶν ἐγίνοντο τῷ προδότῃ Ἰούδᾳ κλέπτοντι συνόντες καὶ κοινωνοῦντες αὐτῷ τῆς τοῦ διδασκάλου προδοσίας, οἱ δ' αὐτοὶ δωροδόκοι τινὲς ὄντες τὴν ὀρθότητα τοῦ δικαίου δώροις ἐπίπρασκον, ἐδίωκόν τε ἀνταπόδομα τῷ μὴ βούλεσθαι παραδέχεσθαι τὸν ὑπὸ ὠφελείας αὐτῶν γινόμενον ἔλεγχον, ἀμοιβῇ δὲ κακῇ κεχρῆσθαι ἐθέλειν. διὸ κατὰ τὸν Σύμμαχον λέγονται διώκειν ἀμοιβάς. πρὸς τούτοις ἅπασιν τὴν ἐπισκοπὴν πεπιστευμένοι τῶν ἐνδεῶν οὔτε ὀρφανοῖς ἔκρινον οὐδὲ χήρας ἀντιλαμβάνοντες. ταῦτα πάντα κατηγοροῦνται οἱ προλεχθέντες φονευταί, δύναται δὲ καὶ ἐπὶ τοὺς προπάτορας αὐτῶν ἀναφέρεσθαι· ταῦτα λέγω δὲ «τοὺς πάλαι γενομένους τῶν τοῦ θεοῦ προφητῶν φονευτάς». 1.21 Τὸ κύριος σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος στρατιῶν. ἀναφέρεται δ' ὁ λόγος ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ μονογενῆ λόγον, ὃς ἐπὶ τοῦ παρόντος διὰ τὰς τῶν κατηγορηθέντων φονευτῶν πράξεις τὰ προκείμενα ἀπειλεῖ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραὴλ λέγων. τίνες δὲ ἦσαν οὗτοι, παρίστησι φάσκον τὸ Εὐαγγέλιον· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί»· πρὸς γὰρ τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς τοῦ ἔθνους ταῦτ' ἐλέγετο ὡς αἰτίους τῆς τῶν ὑπηκόων διαστροφῆς. οὐαὶ δὲ αὐτοῖς ἔσεσθαί φησιν ὁ δεσπότης κύριος σαβαώθ, ἐπεὶ ὁ θυμὸς αὐτοῦ τε τῆς τιμωρητικῆς καὶ κολαστικῆς δυνάμεως οὕτως δηλουμένης οὐ παύσεταί φησιν οὐδὲ ἀνήσει, ἕως οὗ μετέλθῃ αὐτούς. Φιλάνθρωπος δὲ ὢν ὁ λόγος καὶ «μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν» ἐπαγγέλλεται τρόπον θεραπείας προσοίσειν τοῖς μὴ τοῦ θυμοῦ δεηθεῖσιν. τίς δὲ ἦν οὗτος, ἀλλ' ἢ ἡ αὐτοῦ χείρ, ἣν σωτήριον