7
ὑπάρχουσαν καὶ ἰατικὴν ἑτέραν οὖσαν παρὰ τὸν θυμὸν αὐτοῦ ἐπάξειν φησὶ καὶ πυρώσειν ἐπὶ τῷ καθάραι καὶ διακρίναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν τὴν σκωρίαν σου, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου· ὥσπερ γὰρ οἱ καθαίροντες διὰ πυρὸς χαλκὸν ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσιν, καὶ οἱ τοὺς βότρυας τῆς ἀμπέλου πιέζοντες ἐν ταῖς ληνοῖς τὸ γιγαρτῶδες καὶ τὰ περιττὰ τῶν ἐκπατηθέντων βοτρύων ἀπορρίπτουσιν, τὸν αὐτὸν τρόπον κἀγώ φησι πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου. καὶ κατὰ τὸν Ἀκύλαν ὁμοίως εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν στέμφυλά σου. τίς δὲ ἦν ἡ σκωρία καὶ τί τὸ ἐν αὐτοῖς γιγαρτῶδες, διασαφεῖ λευκώτερον ἐπιφέρων· καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους. ἐπειδὰν δὲ τὴν ἐμαυτοῦ χεῖρα ἐπάγων ἀφορίσω τὴν σκωρίαν σου καὶ τὸ γιγαρτῶδές σου τὸ τηνικαῦτά φησιν τοὺς περιλειφθέντας ἀπὸ τῶν προλεχθέντων «ὥσπερ χρυσὸν πυρὶ δεδοκιμασμένους», ἐπιστήσω κριτὰς καὶ συμβούλους τοιούτους ἐσομένους ὁποῖοι ἦσαν οἱ κατὰ τοὺς παλαιοὺς γενόμενοι χρόνους, δι' οὓς καὶ ἡ πόλις ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης. ἐπαγγέλλεται δὲ γενήσεσθαι τὸ εὑρεθησόμενον ἐν αὐταῖς «λεῖμμα κατ' ἐκλογὴν χάριτος», δι' ὧν κἀνταῦθα πάλιν τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς σημαίνει τῇ μετὰ ταῦτα συστησομένῃ καινῇ πόλει, ἥν τινα καὶ ὄνομα πόλιν δικαιοσύνης ὀνομάζει καὶ μητρόπολιν πιστὴν Σιών, οὕτω προσειπὼν τὸ σύστημα τοῦ θεοφιλοῦς πολιτεύματος. ὃ πάλαι μὲν συνεστὸς παρὰ Ἰουδαίοις διεπεπτώκει, νυνὶ δὲ καθ' ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐγήγερται «τεθεμελιωμένον ἐπὶ τὴν πέτραν». ταύτης δὲ τῆς καλῆς πόλεως οἱ προεστῶτες κριταὶ καὶ σύμβουλοι ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν εἰλήφασιν, ἐκ δὲ τῆς ἐκείνων διαδοχῆς εἰσέτι καὶ νῦν ὥσπερ ἐκ σπέρματος ἀγαθῶν φύντες διαλάμπουσι πρόεδροι τῆς τοῦ θεοῦ ἐκκλησίας καθεστῶτες. 1.22 Ὅτι δὲ περὶ ὀλίγων τοῦ Ἰουδαίων λαοῦ περιλειφθέντων ταῦτα θεσπίζεται, ἑξῆς ἡ προφητεία παρίστησι λέγουσα· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ μετὰ δικαιοσύνης· εἰ γὰρ μετὰ κρίματος σωθήσεσθαι λέγεται ἡ αἰχμαλωσία αὐτῆς, δηλονότι οἱ σωτηρίας ἄξιοι κριθέντες μόνοι τεύξονται τῆς ἐπαγγελίας. μάτην ἄρα φαντάζονται Ἰουδαίων παῖδες ἐπιστροφὴν τῆς διασπορᾶς τοῦ παντὸς ἔσεσθαι αὐτῶν ἔθνους, σαφῶς τοῦ λόγου οὐχὶ πάντας ἐπαγγελλομένου ἐπιστρέψειν, ἀλλὰ τοὺς ἀξίους κριθησομένους. αἰχμαλωσίας δὲ ἐπιστροφὴν χρὴ νοεῖν τὴν ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀληθῆ τοῦ θεοῦ γνῶσιν μεταβολὴν τῶν ψυχῶν, ἣν καὶ ὁ σωτὴρ παρίστη, ὁπηνίκα ἐν τῇ συναγωγῇ λαβὼν τὴν βίβλον τοῦ Ἠσαΐου, τήν τε περικοπὴν ἀναγνοὺς τὴν ἐξ αὐτοῦ προσώπου φήσασαν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με». «πτύξας τὴν βίβλον» εἶπεν· «σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν», διδάσκων ὡς αὐτὸς εἴη ὁ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν. 1.23 Τίνες δὲ ἦσαν οἱ ἐγκαταλιπόντες τὸν κύριον, ἐδίδαξεν ὁ λόγος διὰ τῶν ἔμπροσθεν εἰπών· «οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ». τούτοις οὖν αὐτοῖς ὁ λόγος συντέλειαν ἀπειλεῖ καὶ παντελῆ ἐρημίαν καὶ συντριβήν, ὅτε καὶ εἰς συναίσθησιν ἐλθόντες αἰσχυνθήσονται, ἐφ' οἷς οἱ πατέρες αὐτῶν πάλαι πρότερον ἠσέβουν εἰδωλολατροῦντες. αἰσχυνθέντες δὲ παύσονται τῆς ὁμοίας ἐκείνοις πλάνης, διὸ ἐπιλέγεται· ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν. ἡ δὲ ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνη ἐκ συναισθήσεως αὐτοῖς ἐγγενομένη τῆς ἀναισχύντου καὶ ἀναιδοῦς προαιρέσεως μεταβολὴν αὐτοῖς ἤμελλεν ἐμποιήσειν. καί ἐστιν ἔργῳ παραλαβεῖν τοῦ θεσπίσματος