8
τὸ ἀποτέλεσμα· οὐκέτι γοῦν τὸ Ἰουδαίων ἔθνος εἰδωλολατρεῖ ὁμοίως τοῖς αὐτῶν πατράσιν, ἀλλ' ᾐσχύνθη ἀληθῶς, ὁρῶντες τοὺς ἐκ πατέρων δαίμονας, λέγω δὲ τοὺς ἐξ ἐθνῶν διὰ τῆς Χριστοῦ διδασκαλίας ἐπὶ τὸν τῆς εὐσεβείας λόγον μεταβεβλημένους. οὐκοῦν πεπλήρωται ἡ πρόρρησις φήσασα· διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις, ἃ ἐπεθύμησαν· ἐπὶ γὰρ τῶν κήπων τὸ πλεῖστον τὰ τῆς εἰδωλολατρίας οἱ πατέρες αὐτῶν συνετέλουν. 1.24 Οἱ πάλαι ὄντες «ἀμπελὼν κυρίου σαβαὼθ» καὶ «ἐλαία εὔσκιος» καὶ «ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ» τοσαύτην πείσεσθαι αὐτοὺς τὴν ἐπὶ τὰ χείρω τροπὴν διδάσκει ὡς τερεβίνθῳ παραβαλέσθαι καὶ οὐδὲ ἀνθούσῃ ταύτῃ, ἀλλὰ ἀποβεβληκυίᾳ τὰ φύλλα. ὃ δὴ σημεῖον ἔσται τοῦ μηδαμῆ μηδαμῶς ὑγρᾶς νοτίδος μετέχειν μηδέ τινα ζωτικὴν ἐπάγεσθαι δύναμιν, πλῆθος δὲ μόνον φέρειν ψυχῶν ἀπεσκληκυιῶν καὶ διὰ τοῦτο καρποῖς τερεβίνθου σκληροτάτοις καὶ ξηροτάτοις παραβαλλομένῳ. τοιαῦτα δ' ἂν ἴδοις τὰ ἐπὶ τοῦ παρόντος πλήθη τοῦ τῶν Ἰουδαίων ἔθνους, διὸ εἴρηται· ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, κατὰ δὲ τὸν Σύμμαχον· ὡς τερέβινθος ἀπορρεύσασα τὰ φύλλα αὐτῆς. γεγόνασι δὲ καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· εἰ γοῦν τις θεάσαιτο τὰς παρ' αὐτοῖς τῶν θείων γραφῶν ἀπαγγελίας, νομικῶν τε καὶ προφητικῶν ἀναγνώσεις, βίβλους τε ἱστορικῶν καὶ στιχηρῶν λόγων, ὑμνῳδίας τε τρόπους καὶ ψαλμῳδίας, ὄψεται παράδεισον ἀληθῶς καὶ λειμῶνα παντοίων ἀγαθῶν. εἰ δὲ ζητήσειεν παρ' αὐτοῖς τὸν ἔμψυχον καὶ γόνιμον καὶ ζῶντα λόγον, οὗ «ὁ πίνων πηγὴν ἕξει ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», οὐκ ἂν εὕροι. διὸ θεσπίζονται ὡς παράδεισος ὕδωρ μὴ ἔχων. 1.25 Τὴν ἰσχὺν αὐτῶν φησιν ἔσεσθαι ὡς καλάμην οὐ σίτου οὐδέ τινος ἑτέρου τῶν ἀναγκαίων, ἀλλ' ὡς στιππύου καλάμην διὰ τὸ ἀφῃρῆσθαι ἀπ' αὐτῶν «ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα». διὸ οὐδὲ δύνανται λέγειν τοῖς Χριστοῦ μαθηταῖς ὁμοίως· «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ», καί· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία» καὶ τὰ ἑξῆς. οὕτω γὰρ γέγονεν αὐτῶν ἡ ἰσχὺς ὡς καλάμη στιππύου, ὡς μὴ μόνον ἀπολέσαι τὴν ἐλευθερίαν, ἐν ᾗ πρότερον ἐκόμων αὐτονομίᾳ καὶ βασιλείᾳ οἰκείᾳ χρώμενοι, ἀλλὰ καὶ τοῖς τυχοῦσιν Ῥωμαίων στρατιωτικοῖς ἀνδράσιν δουλεύειν. καὶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες γεγόνασιν, ἐπειδήπερ αἱ πράξεις αὐτῶν αἴτιαι πυρὸς γίγνονται, ἅτε «οὐ χρυσὸν οὔτε ἄργυρον οὔτε λίθους τιμίους, ξύλα δὲ μόνον καὶ χόρτον καὶ καλάμην οἰκοδομούντων». διὸ ἐπιλέγεται τούτοις ἅπασι· καὶ κατακαυθήσονται ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. ὁρᾷς ὅπως πυρπόλησιν καὶ ἐμπρησμὸν αὐτοῖς ἀπειλεῖ ὁ λόγος. καὶ τοῦτο τέλος τῆς παρούσης κατ' αὐτῶν προφητείας· ὃ δὴ καὶ πρὸς λέξιν ἀπέβη παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν πυρποληθείσης τῆς μητροπόλεως, τῶν τε ἐν αὐτῇ ἀσεβῶν ἐκ τῶν οἰκείων σπινθήρων «τὸ ἄσβεστον πῦρ» τὸ αἰώνιον καὶ «τὴν ἐκ θεοῦ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς ἑαυτοῖς ταμιευσαμένων». 1.26 Ἀκολούθως μετὰ τὴν κατηγορίαν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ μετὰ τὴν κατ' αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει τὸ προφητικὸν πνεῦμα θεσπίζον τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῶν ἐθνῶν. εἶθ' ἑξῆς τούτοις καινοῦ νόμου καὶ λόγου μέμνηται καὶ ὄρους καινοῦ καὶ οἴκου θεοῦ, ἐφ' ἃ ἥξειν ποτὲ τὰ ἀλλόφυλά φησιν ἔθνη, τοὺς μὲν πατρῴους καταλιπόντα θεούς, τὸν δὲ θεὸν τῶν προφητῶν τὸν παρ' αὐτοῖς θεὸν Ἰακὼβ χρηματίζοντα γνωσόμενα. σημεῖον δὲ ἐναργέστατον δίδωσιν τοῦ καιροῦ, καθ' ὃν ἤμελλεν ταῦτα ἐπιτελεῖσθαι· τὸ δὲ σημεῖον εἰρήνην ἔσεσθαι τὸ τηνικαῦτα τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, ὡς μηκέτι τοπαρχίας εἶναι καὶ πολυαρχίας μηδὲ τὰ ἔθνη διαιρεῖσθαι στασιάζοντα πρὸς ἄλληλα μηδὲ τὰς καθ' ἕκαστον ἔθνος πόλεις