9
ἀλλήλαις πολεμεῖν καὶ μάχεσθαι, ὁμονοεῖν δὲ καὶ εἰρηνεύειν ἁπανταχοῦ πάντα ὡς μηκέτι κατὰ τὸ παλαιὸν τοὺς τὴν γῆν ἐργαζομένους ξίφων καὶ πολεμικῶν ὀργάνων πρόνοιαν ποιεῖσθαι, ὃ δὴ πρότερον ἔπραττον διὰ τὰς συνήθεις τῶν πλησιοχώρων ἐπαναστάσεις. ἄντικρυς δὲ καὶ ταῦτα ἐπληροῦτο μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν· οὐκ ἂν οὖν εὕροι τις ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν αὐτὴν καιρῶν εὐσταθῆ καὶ εἰρηναίαν κατάστασιν, ὁποίαν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν χρόνους ὀφθαλμοῖς ὁρῶμεν, ἐπιμιξίας οὔσης τῶν ἐθνῶν καὶ εἰρήνης ἁπανταχοῦ κατ' ἀγροὺς καὶ κατὰ πόλεις, ὡς τὸν καινὸν νόμον καὶ τὸν εὐαγγελικὸν λόγον ἀρξάμενον ἀπὸ τῆς τῶν Ἰουδαίων χώρας καὶ ἀπ' αὐτῆς τῆς Σιὼν ἀκωλύτως ἐπελθεῖν τὴν οἰκουμένην καὶ σύμπαντα τὰ ἔθνη πληρῶσαι. εἰκότως οὖν ὥσπερ καινῆς ὑποθέσεως ἀπαρχόμενον τὸ προφητικὸν πνεῦμα διαστολῇ κέχρηται μετὰ τὴν πρώτην κατηγορίαν καὶ τὴν κατὰ τοῦ Ἰουδαίων ἔθνους ἀπόφασιν, ἐξ ἑτέρας τε ἀρχῆς ὥσπερ εὐαγγελίου ἀπερχόμενον εἰσάγει τὸν τοῦ θεοῦ λόγον γενόμενον πρὸς Ἠσαΐαν. οὗτος δὲ ἦν ἐκεῖνος, οὗ καὶ τὸ Εὐαγγέλιον μέμνηται φῆσαν· «ἐν ἀρχῇ ἦν ὁ λόγος»· ἔδει γὰρ κλήσεως ἐθνῶν θεσπιζομένης τὸν θεὸν λόγον προτάττεσθαι εὐαγγελιζόμενον τὰ προκείμενα τοῖς ἔθνεσιν. Ἐπειδὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ λέγεται ἡ προφητεία, εἴποι ἄν τις εἰκότως ὑπὲρ αὐτῶν εἶναι τὸν λόγον πρὸς μὲν τὴν λέξιν καὶ τὴν πρόχειρον θεωρίαν διὰ τὸ ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν Ἰερουσαλὴμ τὴν σωτήριον καὶ εὐαγγελικὴν χάριν ἀπαρχῆς πεποιῆσθαι τοῦ κηρύγματος. περιῄει οὖν ὁ Χριστὸς τοῦ θεοῦ τὴν Ἰουδαίαν καὶ τὴν Γαλιλαίαν, συνεχῶς τε ἐπεδήμει τῇ Ἰερουσαλὴμ «κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ». ταῦτα μὲν οὖν πρὸς λέξιν καὶ πρὸς ἱστορίαν, πρὸς δὲ διάνοιαν καὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἰερουσαλὴμ ἑτέρας εἶναι προσήκει νοεῖν παρὰ τὰς προκατηγορηθείσας, εἰ δὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ ὁ λόγος ἦν τῷ προφήτῃ. εἰ μὲν γὰρ ἐπήγετο τῷ Ἰουδαίων ἔθνει χρηστοτέρα τις ἐπαγγελία, καλῶς ἂν εἶχεν τὴν χώραν αὐτῶν νομίζειν δηλοῦσθαι, νυνὶ δὲ κλῆσις μὲν ἐθνῶν συνῆπται, ἑξῆς δὲ ταύτῃ ἀποτεταμένῃ κατηγορίᾳ τοῦ Ἰουδαίων λαοῦ καὶ αὖθις ἀπειλῇ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ, μήποτ' οὖν ὥσπερ καινὸν εἰσάγει νόμον παρὰ τὸν Μωσέως καὶ λόγον ἕτερον παρὰ τὸν παλαιόν, ἀλλὰ καὶ ὄρος καινὸν τὸ πάλαι μὲν ἀφανές, νυνὶ δὲ ἐμφανὲς γεγενημένον, οἶκόν τε θεοῦ τοῖς ἔθνεσι πᾶσιν ἐγνωσμένον, οὐχὶ δὲ καὶ Ἰουδαίοις οὐδὲ καὶ Ἰουδαίας χρὴ νοεῖν καὶ Ἰερουσαλὴμ ὁμοίας τὰς καὶ αὐτὰς τοῖς ἔθνεσιν ἐπηγγελμένας, ὑπὲρ ὧν ὁ παρών ἐστι λόγος. τί δ' ἂν εἴποι τις κατὰ διάνοιαν τὴν Ἰουδαίαν ἢ τὴν δηλουμένην διὰ τοῦ φάσκοντος λόγου· «γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός». ἡ τοίνυν τοῦ θεοῦ τὴν γνῶσιν ἀνειληφυῖα ψυχὴ εἴη δ' ἂν ἀληθῶς Ἰουδαία, εἰ δὴ «γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός», οὐκοῦν τὴν τῶν ἐθνῶν θεογνωσίαν Ἰουδαίαν ἀποκαλεῖ. ὁ δὲ οἶκος τοῦ θεοῦ ὁ ἐν ταύτῃ ὑποστὰς εἴη ἂν ἡ ἐξ ἐθνῶν ἐκκλησία οἶκος θεοῦ χρηματίζουσα καὶ «τεθεμελιωμένη ἐπὶ τὴν» σωτήριον καὶ ἀρραγῆ «πέτραν» καὶ τὸ ὄρος δὲ τὸν θεοῦ λόγον εἰπών. οὐκ ἐκτὸς βάλλοις τῆς ἀληθείας τῷ προφήτῃ μαθητευόμενος ∆ανιὴλ τεθεαμένῳ «ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν», δι' ὧν ᾐνίττετο «λίθος» μὲν τὴν ἀνθρωπότητα τοῦ σωτῆρος, «ὄρος» δὲ τὸν θεὸν λόγον. ταῦτα δὲ ἔσεσθαι ἐν ταῖς ἐσχάταις ἡμέραις θεσπίζει. οἶκον δὲ τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων νοήσεις τοῦ σωτῆρος ἡμῶν ἐπακούσας περὶ τῆς ἐκκλησίας αὐτοῦ εἰρηκότος· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη». τὸ δὲ ὄρος τοῦ θεοῦ κατὰ διαφόρους ἐξακούεται τρόπους· σωματικώτερον μὲν ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι τὸ ἐπὶ τῆς Παλαιστίνης χώρας, κατὰ διάνοιαν δὲ ὁ ὑψηλὸς καὶ ἐπουράνιος τοῦ θεοῦ λόγος εὐαγγελικός, κατὰ τρίτον δὲ λόγον ὁ θεῖος Ἀπόστολος Σιὼν «ἐπουράνιον»