10
εἶναι διδάσκει καὶ «τὴν ἄνω Ἰερουσαλήμ, ἥν τινα εἶναι μητέρα πάντων ἡμῶν». οὐκ ἦν δὲ ἄρα τοῖς παλαιοῖς ἀνθρώποις ἐμφανὲς τὸ ὄρος τοῦτο, πλὴν θεσπίζει τὸ θεῖον πνεῦμα ἐμφανὲς αὐτὸ γενήσεσθαι πᾶσιν τοῖς ἔθνεσιν ἐν ταῖς ἐσχάταις ἡμέραις, ὅτε Χριστὸς «εἰς ἀθέτησιν τῶν ἁμαρτιῶν πεφανέρωται». σπεύσουσιν οὖν πάντα τὰ ἔθνη «Ἑλληνικά τε καὶ βάρβαρα» ἀποστρεφόμενα μὲν τὴν πολύθεον πλάνην καὶ τὰ πάλαι νομιζόμενα δαίμοσιν ἢ θεοῖς ἀνακεῖσθαι σωματικὰ ὄρη, σπεύδοντα δὲ ἐπὶ τὸν ἐν τοῖς δηλουμένοις καταγγελλόμενα θεόν, διὸ ἀλλήλοις προσφωνοῦντά φασι· ∆εῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. τούτοις οὖν τοῖς ἔθνεσιν ὁ λόγος ὑπισχνεῖται τὸ ὄρος καὶ τὸν οἶκον τοῦ θεοῦ τὰ ἐν οὐρανοῖς ἐμφανῆ καὶ γνώριμα πᾶσιν τοῖς μαθητευομένοις ποιήσειν. Εἴη δ' ἂν οὗτος ὁ Χριστοῦ νόμος εὐαγγελικὸς ὁ ἄνωθεν ὁρμηθεὶς ἐκ Σιὼν τῆς «ἐπουρανίου» καὶ ἐκ ταύτης δὲ τῆς ἐπὶ γῆς Σιών, ἐν ᾗ ὁ ὑπ' ἀνθρώπων θάνατος τοῦ σωτῆρος καὶ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, τά τε τῆς καινῆς διαθήκης μυστήρια καὶ παραγγέλματα ἀρχὴν λαβόντα προῆλθον εἰς πᾶσαν τὴν οἰκουμένην. αὐτὸς δὴ οὗτος ὁ νόμος καὶ ὁ καινὸς τοῦ εὐαγγελικοῦ λόγου κηρυχθεὶς πᾶσι τοῖς ἔθνεσιν ἐπαίδευσεν τοὺς ὑποδεξαμένους αὐτὸν τὰ περὶ τοῦ ὄρους τοῦ θεοῦ καὶ τοῦ οἴκου, ἐδίδαξέν τε τὰ ἔθνη λέγων· ∆εῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. ὁ αὐτὸς δὲ καὶ διέκρινεν ἀνὰ μέσον τῶν ἐθνῶν ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. οὕτως οὖν ἀνὰ μέσον τῶν ἐθνῶν διακρίνας ὁ εὐαγγελικὸς λόγος λαὸν πολὺν ἤλεγξεν ἤτοι τοὺς εἰς αὐτὸν πεπιστευκότας ἀπελέγξας τὴν ἐν αὐτοῖς προτέραν πλάνην ἢ τοὺς μὴ εἰς αὐτὸν πεπιστευκότας ἐλέγξας παρὰ τὴν αὐτῶν αἰτίαν ἀπολλυμένους. οἱ δὴ οὖν καταδεξάμενοι αὐτὸν πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ λοιπὸν διάγουσιν βίον ἀτάραχον ἀναλαβόντες, ὡς μηκέθ' ὑπὸ τῶν ἀντικειμένων δυνάμεων πολεμεῖσθαι μηδ' ὑποχειρίους εἶναι τῶν πάλαι κατακρατούντων αὐτῶν δαιμόνων. οἷς καὶ ὁ σωτὴρ αὐτὸς τὴν ἑαυτοῦ προξενῶν «εἰρήνην» ἔφασκεν· «εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν». καὶ πρὸς λέξιν δὲ ταῦτα τέλους ἠξιοῦτο μετὰ τὴν αὐτοῦ θεοφάνειαν καὶ μετὰ τὸν κηρυχθέντα τοῖς ἔθνεσιν εὐαγγελικὸν νόμον διαλαβούσης εἰρήνης βαθυτάτης τὰ ἔθνη, ὃ δὴ καὶ σημαίνει τὸν Χριστὸν ἐδίδου ὁ λόγος φήσας συγκόψειν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα καὶ μηκέτι διδάσκεσθαι τὰ πολεμικά, ἃ δὴ καὶ πρότερον ἦσαν ἀναγκαῖα καὶ ἐκ παίδων κατ' ἀγροὺς καὶ κατὰ πόλεις ἠσκοῦντο διὰ τὸν ἀπὸ τῶν πλησιοχώρων πολεμίων φόβον. 1.27 Ἀκολούθως ὁ προφήτης διεξελθὼν τὴν κλῆσιν τῶν ἐθνῶν καὶ τὴν χυθεῖσαν εἰς ἅπαντας ἀνθρώπους εἰρήνην τὴν εἰς τοὺς οἰκείους ἐνδείκνυται φιλοστοργίαν παρακαλῶν τὸν αὐτοῦ λαόν, καταδέξασθαι τὴν πᾶσιν τοῖς ἔθνεσιν δωρηθεῖσαν τοῦ Χριστοῦ χάριν. διό φησι· Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου. καὶ θέα ὅπως εἰς παρόρμησιν καὶ προτροπὴν τοῦ λαοῦ καὶ αὐτὸν καταλέγει, παρακαλῶν τοῦ φωτὸς κυρίου μεταλαγχάνειν, φῶς κυρίου ὀνομάζων τὸν ἐκ Σιὼν προελθόντα νόμον τῆς καινῆς διαθήκης καὶ τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. προκαλεῖται δὲ οὐ τὸν Ἰακώβ, ἀλλὰ τὸν τούτου οἶκον ἥκειν ἐπὶ τὸ φῶς τῆς τοῦ κυρίου γνώσεως, ὡς ἂν ἐν σκότει τυγχάνοντας. ὃ δὴ καὶ αὐτὸ παρίστη συνάπτων ἑξῆς καὶ λέγων· ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰακώβ. σπεύσατε οὖν ὑμεῖς οἱ τοῦ ἀνεθέντος οἴκου καὶ δεῦτε ἅμα ἐμοί, ἐπεὶ καὶ αὐτὸς ἐγὼ ἅμα ὑμῖν ἕτοιμος τυγχάνω τοῦ πορεύεσθαι τῷ φωτὶ κυρίου. καλεῖ δὲ τὸν οἶκον Ἰακὼβ τὸν Ἰουδαίων λαὸν ὡς οὐκ ὄντα Ἰακὼβ οὐδ' ἄξιονχρηματίζειν τῷ τοῦ προπάτορος αὐτῶν ὀνόματι, αὐτὸ δὲ μόνον οἴκῳ ὄντι ὑποκένῳ καὶ σχολάζοντι. διὰ