1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

11

τί δὲ αὐτὸν ἀνῆκεν ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ τὰς αἰτίας τίθησιν ἐπιφέρων· ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν ὡς τὸ ἀπ' ἀρχῆς κληδονισμῶν καὶ τὰ ἑξῆς, δι' ὧν παρίστησιν, ὅτι μὴ ἀλόγως αὐτοὺς ἀνῆκεν τὸ φῶς τοῦ κυρίου τὸ ἐπιλάμψαν πᾶσιν τοῖς ἔθνεσιν. ταῦτα μὲν οὖν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν, καθ' οὓς τό· ἀνῆκεν τὸν λαὸν αὐτοῦ καὶ τὰ ἑπόμενα συνῆπται τῷ δευτέρῳ· καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου. Παραινέσας ὁ προφήτης τῷ λαῷ καὶ εἰπών· δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου μέχρι τούτου ἵσταται τὰ ἑξῆς ἐπιλεγόμενα οὐκέτι πρὸς τὸν λαὸν διεξερχόμενος, ἀλλ' αὐτῷ λέγων τῷ κυρίῳ. ἀντὶ τοῦ· ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ, ὁ Ἀκύλας ὅτι εἴασας λαόν σου οἶκον Ἰακὼβ ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· ἀπέρριψας. εἶθ' ἑξῆς σημεῖα τοῦ ἀνεῖσθαι τὸν λαὸν παρίστησι λέγων, ὥσπερ τὸ παλαιὸν ἀλλόφυλοί τινες «Ἀμορραῖοι καὶ Εὐαῖοι καὶ Ἰεβουσαῖοι» τὰ πάνδεινα ἔπραττον οἰκοῦντες τὸν τόπον, καθ' οὓς «κληδόνων καὶ μαντειῶν» καὶ πάσης εἰδωλολατρίας ἐπεπλήρωτο αὐτῶν ἡ χώρα, οὗ ἡ χώρα τοῦ οἴκου Ἰακὼβ ἀλλοφύλων οἰκητόρων πληρωθήσεται καὶ τέκνα ἀλλόφυλα γενήσεται αὐτοῖς καὶ ἐμπλησθήσεται ἡ χώρα ἡ πάλαι τοῦ θεοῦ χρηματίζουσα στρατιωτικῶν ἀνδρῶν, οὓς αἰνίττεται διὰ τοῦ πλήθους τῶν ἵππων καὶ τῶν ἁρμάτων. ἔτι δὲ τὴν χώραν αὐτῶν πληρωθήσεσθαί φησι τῶν περὶ χρυσὸν καὶ ἄργυρον ἀσχολούμενον, ἔτι πρὸς τούτοις πλησθήσεσθαί φησι βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν· τίνων δὲ αὐτῶν, ἀλλ' ἢ τῶν ἀλλοφύλων οἰκητόρων, οἳ καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν; ταῦτα πάντα σημαντικὰ τυγχάνει ἀλλοφύλων ἐθνῶν καὶ εἰδωλολατρῶν μελλόντων οἰκεῖν αὐτὴν τὴν Ἰερουσαλὴμ καὶ τὴν Ἰουδαίαν χώραν. ἃ δὴ ἐπληροῦτο μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, καὶ μετὰ τὸν λόγον τὸν εὐαγγελικὸν «τὸν φωτίσαντα πάντα τὰ ἔθνη». ἐπειδὴ μὴ ὑπήκουσαν τοῦ κεκληκότος αὐτοὺς προφήτου εἰρηκότος· ∆εῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου, παραδοθέντων Ἰουδαίων τῇ Ῥωμαίων ἐξουσίᾳ, ἐφ' οἷς ἀλγῶν τὴν ψυχὴν ὁ προφήτης ἀναφωνεῖ πρὸς αὐτὸν λέγων τὸν κύριον· ἀνῆκες τὸν λαόν σου τὸν οἶκον τοῦ Ἰακώβ. εἶτα παρίστησι τεκμήρια, δι' ὧν δείκνυται ἀνεθεὶς ὁ λαὸς καὶ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ κυρίου ἐκτὸς τὴν χώραν αὐτῶν ἀλλογενέσιν ἔθνεσιν ἐκδεδόσθαι, ὧν τὰς ἀσεβείας καταριθμησάμενος λέγει πρὸς αὐτὸν πάλιν ἀναφωνῶν τὸν κύριον· καὶ μὴ ἀφῇς αὐτοῖς· ἀντὶ γὰρ τοῦ· καὶ οὐ μὴ ἀνήσω αὐτούς, ὁ μὲν Ἀκύλας καὶ μὴ ἄρῃς αὐτοῖς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος· καὶ μὴ ἀφῇς αὐτοῖς. ὅπερ οὐκ ἂν ἔχοι λόγον περὶ Ἰουδαίων εἰρῆσθαι· οὐ γὰρ ἂν ὁ προφήτης κατηύξατο τοῦ ἰδίου λαοῦ, ἀλλὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν. ταῦτα περὶ τῶν εἰρημένων τῶν τὴν Ἰερουσαλὴμ πολεμησάντων καὶ πληρωσάντων στρατιωτικῆς δυνάμεως καὶ πάσης εἰδωλολατρίας ἐπήγαγεν. 1.28 Ἡγοῦμαι καὶ τὰ προκείμενα πεπληρῶσθαι καθ' ἕνα τε τρόπον ἐπὶ τῆς Ῥωμαίων κατὰ τοῦ Ἰουδαίων ἔθνους ἐφόδου, καθ' ἣν δῃουμένης τῆς χώρας φεύγοντες ἀπὸ προσώπου τῶν πολεμίων εἰς τὰς πέτρας ἐν τοῖς σπηλαίοις ἀποκρύπτονται διὰ τὴν ἀπὸ τοῦ θεοῦ αὐτοῖς ἐπικειμένην ὀργήν. τότε δὲ καὶ οἱ ὑπερήφανοι ἐταπεινοῦντο, ἀλλὰ καὶ οἱ ἐπὶ πλούτῳ γαυριῶντες πρότερον τότε μηθὲν ὄντες ἠλέγχοντο καταλαβούσης αὐτοὺς τῆς τοῦ κυρίου ἡμέρας, λέγω δὲ τοῦ Χριστοῦ τῆς ἐκδικήσεως, ἐν ᾧ οὐ μόνον τοὺς ὑπερηφάνους καὶ ἐπηρμένους ἄνδρας ἡ τοῦ κυρίου μετήρχετο ἡμέρα, ἀλλὰ καὶ τὰ τῆς χώρας κάλλη τῶν πολεμίων τὰ πάντα δῃούντων καὶ ἀφανιζόντων ὡς καὶ πύργους καταβαλεῖν καὶ τείχη καθαιρεῖν καὶ τὰ ὑψηλὰ πάντα συγκόπτειν. εἰ δὲ καὶ πραγματείαις ἐχρῶντο ταῖς διὰ θαλάσσης τινὲς καὶ τούτων τὰς ναῦς ἀπελάμβανον οἱ πολέμιοι, πανταχόθεν γοῦν τότε ἐταπείνουν καὶ διήρπαζον τὸ Ἰουδαίων ἔθνος, ἐπεὶ μὴ τῷ προφήτῃ παρακαλοῦντι καὶ λέγοντι· «δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου», παρέσχον ἑαυτοὺς πειθηνίους. προλέγει δὲ ταῦτα ὁ προφήτης μαρτυρόμενος «τὴν μέλλουσαν»