12
αὐτοὺς καταλήψεσθαι «ὀργήν», εἰ μὴ παραδέξοιντο «φῶς κυρίου». κατὰ τὸ αὐτὸ δὲ θεσπίζει καθαίρεσιν ἔσεσθαι τῆς ἐν ἀνθρώποις εἰδωλολατρίας, μόνον δὲ παρὰ τοῖς πᾶσιν ὑψοῦσθαι τὸν κύριον παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ θεοῦ ταπεινουμένου. Ἡγοῦμαι τὸν προφήτην διὰ τῶν ἔμπροσθεν ἀποδυσπετοῦντα ἐφ' οἷς ἐθέσπισεν περὶ τῶν ἀλλοφύλων τῶν μελλόντων οἰκεῖν τὴν χώραν τοῦ Ἰουδαίων ἔθνους, αὐτήν τε τὴν Ἰερουσαλὴμ κατέχειν καὶ ὡς ἐν εὐχῇ δεηθέντα τοῦ θεοῦ καὶ εἰρηκότος· «μὴ ἀνῇς αὐτοῖς», ἀκολούθως κατηξιῶσθαι «τῆς τοῦ θεοῦ δικαιοκρισίας» δεικνύντος αὐτῷ τοῦ κυρίου «τὴν ἡμέραν τῆς ἐκδικήσεως» τῆς πάντας τοὺς ἀσεβεῖς μετελευσομένης, ἣν προθεωρήσας παραινεῖ ἐντεῦθεν ἤδη φυλάττεσθαι «τὴν μέλλουσαν» ἐπιέναι πᾶσιν τοῖς ἀσεβέσιν «ὀργήν». διὸ ὡς πρὸς αὐτοὺς ἐκείνους τοὺς μέλλοντας οἰκήσειν τὴν χώραν ἀποτεινόμενός φησιν εἰσέρχεσθαι εἰς τὰς πέτρας καὶ κρύπτεσθαι εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ταῦτα γὰρ ἡγοῦμαι περὶ τῆς ἡμέρας τῆς κρίσεως λέγεσθαι, διὸ οὐ περὶ μόνον Ἰουδαίων ὁ λόγος τὰ παρόντα θεσπίζει, καθολικῶς δὲ περὶ πάντων τῶν τοιῶνδε ἀνθρώπων. ἐπιλέγει δ' οὖν ἑξῆς· ἡμέρα γὰρ κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται· σαφῶς γὰρ διὰ τούτων καθολικὴν εἰσάγει κατὰ πάντων τῶν ἀσεβῶν κρίσιν. διόπερ οὔτε ἡ Ἑβραϊκὴ ἀνάγνωσις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ καὶ νῦν εἰρήκασιν, ὅπερ ἐν τῇ παρ' ἡμῖν ἀναγνώσει φέρεται, καθ' ἣν εἴρηται· καὶ νῦν εἰσέρχεσθε εἰς τὰς πέτρας καὶ κρύπτεσθε, ἐπεὶ μὴ περὶ τοῦ ἐνεστῶτος καιροῦ ταῦτα ἐθέσπισεν, περὶ δὲ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. Εἶτ' ἐπειδὴ διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσεν τῶν «τὰ ἅρματα καὶ τοὺς ἵππους» κεκτημένων, «χρυσοῦ τε καὶ ἀργύρου» πλοῦτον καὶ θησαυροὺς συνηγηοχότων, ἀκολούθως τὴν κρίσιν αἰνίττεται διὰ τροπικῆς ἀλληγορίας κέδρους Λιβάνου καὶ δένδρα βαλάνου καὶ ὄρη ὑψηλὰ καὶ βουνοὺς καὶ πύργους ὑψηλοὺς καὶ τείχη καὶ πλοῖα ὀνομάζων, ὧν ἁπάντων ἀπώλειαν ἔσεσθαι προφητεύει «κατὰ τὴν προσδοκωμένην τοῦ κυρίου ἡμέραν», ὧδέ πως αἰνιξάμενος ἐπικεκαλυμμένως «τοὺς κρατοῦντας τοῦ αἰῶνος τούτου» καὶ τὰ ὕψη καὶ τὰ ἀξιώματα, «τάς τε ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς ἐν τῷ βίῳ κοσμοκράτορας» «τοὺς τὸν θεὸν μὴ ἐπεγνωκότας» ταῦτα εὐξαμένῳ τῷ προφήτῃ καὶ φήσαντι· «μὴ ἀνῇς αὐτοῖς» ἔδειξε τὸ πνεῦμα τὸ ἅγιον θεραπεῦον αὐτοῦ τῆς ψυχῆς τὴν ἐπὶ τοῖς οἰκείοις ἀλγηδόνα. Εἶτ' ἐπειδήπερ ἐμνημόνευσεν διὰ τῶν ἔμπροσθεν, ὅπως «ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ», ἀκολούθως διὰ τῶν μετὰ χεῖρας θεσπίζει λέγων· καὶ τὰ χειροποίητα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, καὶ πάλιν· τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησεν προσκυνεῖν αὐτοῖς· τηνικαῦτα γὰρ ἐπιστάσης τῆς τοῦ θεοῦ ἡμέρας τὰς δόξας αὐτῶν, ἃς εἶχον πρότερον ἐν τῇ ψυχῇ αὐτῶν περὶ τῆς πολυθέου πλάνης, κατακρύψουσιν ἐν ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, ἀλλὰ καὶ ἐκβαλοῦσιν καὶ ἀπορρίψουσιν τοῦ ἑαυτῶν λογισμοῦ πᾶσαν τὴν ψευδῆ περὶ τῶν εἰδώλων ἑαυτῶν ὑπόληψιν. καὶ τοῦτο πράξουσιν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, πλὴν ἀλλὰ καὶ ἐπὶ τῆς πρώτης τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐκ μέρους ταῦτα συντελεῖσθαι ἤρξατο μετὰ τὸν κηρυχθέντα πᾶσι τοῖς ἔθνεσιν εὐαγγελικὸν λόγον. ἤδη γοῦν καθ' ἡμᾶς ἐλήλεκται τῶν πάλαι νομιζομένων τοῖς ἔθνεσι θεῶν ἡ πλάνη τῷ μὴ καὶ ἑαυτοῖς