13
δύνασθαι ἐπικουρεῖν. διὸ πᾶς μὲν ἄνθρωπος εἰδωλολάτρης τεταπείνωται, μόνος δὲ ὁ τῶν ὅλων ὕψωται κύριος, οἱ δὲ τὸ πρὶν ἐπὶ τοῖς εἰδώλοις ὡς ἐπὶ θεοῖς μέγα φρονοῦντες ἐλεγχθείσης αὐτῶν τῆς πλάνης καὶ τῆς πολυτελοῦς ὕλης τῶν παρ' αὐτοῖς ξοάνων ἀφαιρουμένης τὰ ἄψυχα ξόανα κατὰ τὴν προφητείαν κατακρύπτον ὑπὸ σπήλαια διὰ τὸ τῆς ὕλης πολυτελὲς ὡς ἂν μὴ ληφθείη ὑπὸ τῶν βασιλικῶν ἀνδρῶν. καὶ ἐκ τούτων δὲ ἀναμφιλέκτως οἶμαι συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι. εἰδωλολατρούσης τῆς Ἰερουσαλὴμ μᾶλλον δὲ ἁπάσης πεπλανημένης τῆς Ἰουδαίας κατηχεῖτο τρόπον τινὰ τῆς Ἰουδαίας ὁ Βαβυλωνίων πόλεμος, οἳ πᾶσαν καταδῃώσαντες ἀπεκτείνασι μὲν τοὺς κατειλημμένους, γύναιά τε καὶ παῖδας ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν γῆν. πλὴν τῆς ἐφόδου προαπηγγελμένης καὶ μελλούσης ἔσεσθαι, τοσοῦτον τοῖς Ἰουδαίοις γέγονε δεῖμα καὶ ἀγωνίας εἰς τοῦτο πεπτώκασιν, ὡς ἐν σπηλαίοις καὶ ταῖς τῶν ὀρῶν ῥωγμαῖς κατακρύπτεσθαι καὶ τόπους ἀβάτους καταλαμβάνειν ἁπάσης αὐτῶν ἀτονούσης χειρὸς τὴν τῶν ἐπιόντων ἀντίστασιν. Τὸ δέ· παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, ᾧ ἡ ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτός; κατὰ προσθήκην φέρεται. ἔοικεν δὲ παραινεῖν ὁ λόγος μὴ προσέχειν ἐκείνοις μηδὲ «εἰς ἀνθρώπους ἐλπίζειν» θνητοὺς τὴν πᾶσαν ζωὴν ἐν τοῖς μυκτῆρσιν κεκτημένους. 1.29 Τὰ μὲν προλεχθέντα περὶ «τῆς ἡμέρας τῆς ἐκδικήσεως» εἴρηται, τὰ δὲ προκείμενα ἐξ ἑτέρας ἀρχῆς περιαίρεσιν ἀπειλεῖ τῶν ἐν τῷ προτέρῳ λαῷ τοῦ θεοῦ χαρισμάτων, ἅ φησιν ἀρθήσεσθαι ἀπ' αὐτῶν, οὔτε διὰ εἰδωλολατρίας οὔτε διά τινας ἑτέρας πράξεις, διὰ δὲ μίαν βουλὴν ἄθεον ἀληθῶς καὶ ἀσεβῆ καὶ πονηρὰν τὴν κατὰ τοῦ κυρίου. θέα γοῦν ὅπως μετὰ πάσας τὰς κατ' αὐτῶν ἀπειλὰς ἐπάγει λέγων· «τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν»· τὸ γὰρ αἴτιον τῶν ἀπειλουμένων ἁπάντων τοῦτο ἦν. καὶ ἐκ τούτων δὲ ἀναμφιλέκτως οἶμαι συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι. διὸ ἀφελεῖ φησι κύριος ἀπὸ Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἢ κατὰ τὸν Ἀκύλαν ἔρεισμα καὶ ἐρεισμόν, ἢ κατὰ τὸν Σύμμαχον· στήριγμα καὶ στηριγμόν. ὅπερ νοήσεις τὸν ἀποστολικὸν λόγον, ὃς τοὺς βίῳ τῷ κατὰ θεὸν ἐμπρέποντας «στύλους καὶ ἑδραίωμα» ὠνόμασε· πάντως γάρ που καὶ παρὰ τῷ προτέρῳ λαῷ ἦσάν τινες ὥσπερ «ἑδραιώματα» καὶ στηρίγματα τοῦ παντὸς αὐτῶν ἔθνους, οὓς ἀρθήσεσθαι ἀπ' αὐτῶν ὁ λόγος ἀπειλεῖ, ἔπειτα οὐκ ἄρτον οὐδὲ ὕδωρ, ἀλλὰ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. καὶ τοῦτο δὲ νοήσεις ἀπὸ ἑτέρου προφήτου φήσαντος· «ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου». ἔστιν οὖν ψυχῆς ἄρτος θρεπτικός τις λόγος καὶ ποτὸν ὡσαύτως λογικόν, ὧν εἰ καὶ νομίζουσιν Ἰουδαῖοι μετειληφέναι ἐν τῷ τὰς θείας μετέρχεσθαι γραφὰς καὶ περὶ τὰς ἐκμαθήσεις καὶ ἐπαγγελίας αὐτῶν φιλοκαλεῖν, ἀλλά γε τὴν ἰσχὺν τῶν θρεπτικῶν λόγων καὶ τὸ θρεπτικὸν τῆς ζωοποιοῦ πηγῆς οὐκ ἂν εὕροις παρ' αὐτοῖς. καὶ γίγαντα δὲ καὶ ἰσχύοντα καὶ ἄνθρωπον στοχαστὴν ἀφαιρεθήσεσθαι αὐτῶν ἀπειλεῖ· γίγαντα οὔτε ἡ Ἑβραϊκὴ φωνὴ οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ ὠνόμασαν. ἀντὶ δὲ τούτου ὁ μὲν Ἀκύλας δυνατόν, ὁ δὲ Σύμμαχος ἀνδρεῖον, ὁ δὲ Θεοδοτίων δυνάστην ἐκδέδωκαν. καὶ δυνάστην οὖν καὶ δυνατὸν καὶ ἔτι πρὸς τούτοις καὶ ἄνδρα πολεμιστὴν καὶ δικαστήν, ἀνθ' οὗ οἱ λοιποὶ πεποιήκασι κριτήν, καὶ ἐπὶ πᾶσιν προφήτην καὶ στοχαστὴν περιαιρεθήσεσθαι ἀπειλεῖ. καὶ ἐκ τούτων δὲ οἶμαι ἀναμφιλέκτως συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι· εἰ γοῦν τις θελήσειεν βιασάμενος κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ