15
παρεπίκραναν τὸν θεὸν καὶ ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν τὴν κατὰ τῆς ἑαυτῶν ψυχῆς, μᾶλλον ἢ κατὰ τοῦ βουλευσαμένου γενομένην ταῦτα πεπόνθασιν. διὸ τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται καὶ οὐαὶ γέγονεν τῷ ἀνόμῳ λαῷ, ἐπειδὴ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ πονηρὰ ὄντα συμβήσεται αὐτῷ· «ὁποῖα γάρ τις ἂν σπείρῃ, τοιαῦτα καὶ θερίσει». 1.30 Οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς. τῶν κατά τι πλημμελούντων οἱ μὲν πταίουσιν ἐν γνώσει νικώμενοι ὑπὸ τῆς κακίας, κεντούμενοι δὲ καὶ τιτρωσκόμενοι τὸ συνειδὸς ἐφ' οἷς πράττουσιν, οἱ δ' ἐν ἀγνοίᾳ τυγχάνοντες τρόπον βοσκημάτων φέρονται. τρίτοι δέ εἰσιν τῶν προλεχθέντων χείρους, οἱ πρὸς τῇ ἑαυτῶν ἀπωλείᾳ καὶ ἑτέρους διὰ ἀπάτης τοῖς ὁμοίοις ὑποβάλλοντες ἀτοπήμασιν. ὁ τοίνυν τοῦ θεοῦ λόγος πολλοὺς ὁρῶν παρὰ Ἰουδαίοις κατὰ πλάνην πταίοντας ἀφορίζει μὲν τῶν ἔμπροσθεν κατηγορηθέντων, παρακελεύεται δ' αὐτοῖς διὰ τῶν προκειμένων, οἷα Χριστὸς καὶ φιλάνθρωπος καὶ λαὸν αὐτοῦ ὀνομάζει προτρεπτικῶς ἰδιοποιούμενος καὶ ἕλκων ἐπὶ τὴν ἑαυτοῦ γνῶσιν. πᾶς τοίνυν ἄνθρωπος αὐτοῦ τυγχάνει κἂν ἁμαρτάνῃ· ἐπάγεται τοίνυν πρὸς ἑαυτὸν συγγνώμην νέμων τοῖς κατὰ ἄγνοιαν πλημμελοῦσιν, διό φησι· λαός μου. εἶτ' ἐλέγχει τοὺς αἰτίους αὐτοῖς γινομένους τῆς εἰς αὐτὸν ἀπιστίας, οὓς διὰ τῶν ἔμπροσθεν «ἐμπαίκτας» ὠνόμασεν. διό φησι· λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς· βουλόμενοι γὰρ τὰ παρὰ τοῦ θεοῦ κέρδη συνάγειν οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους δι' ἀπαρχῶν καὶ δεκατῶν καὶ τῶν ἄλλων αὐτοῖς ὡς ἄρχουσι καὶ διδασκάλοις προσφερομένων, οὐκ ἐπέτρεπον τὴν εἰς τὸν Χριστὸν γνῶσιν αὐτοὺς ἀναλαβεῖν. ὃ δὴ παρίστησιν λέγων· οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν. τίνα δὲ ἀπαιτοῦντες ἢ τὰ προλεχθέντα κέρδη, ὧν ἕνεκα οὐδὲ τοὺς ἁμαρτάνοντας ἤλεγχον, πάντας δὲ πρὸς κολακείαν ὁμιλοῦντες ἐμακάριζον αὐτούς; διὸ καὶ τούτους ἀπελέγχει φάσκων· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν· ἀποτρέποντες γὰρ τῆς εὐθείας ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὸν σωτήριον λόγον, διέστρεφον αὐτῶν τὰ τῆς ψυχῆς βήματα. τῶν δὲ ἀπατωμένων ἐπὶ τῷ μακαρισμῷ καὶ ἡ τρίβος τῶν ποδῶν συνταράσσεται· διότι ἡ μὲν θλῖψις ἐπὶ ταπείνωσιν προσκαλεῖται, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Ἀκολούθως οὖν τοῖς τοιάδε δρῶσιν ἑξῆς ἐπιλέγει· ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος, καὶ πάλιν· αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. πρεσβύτεροι οὖν καὶ ἄρχοντες οἱ μὴ διὰ τῆς ὑγιαινούσης διδασκαλίας καὶ τῶν κατὰ τὸν ἴδιον βίον ἀγαθῶν ὑποδειγμάτων τὸν ἀμπελῶνα γεωργοῦντες ταῦτα ἐγκληθησόμεθα. εἶθ' ὡς παραστὰς τῷ τοῦ κυρίου βήματι καταμέμφεται καὶ εἰς πρόσωπον αὐτοὺς ἀπελέγχει λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; ἐὰν τὰ εἰς λόγον τῆς ἀναπαύσεως τῶν πενήτων διδόμενα ἐν τοῖς οἴκοις ἔχωμεν ἀποστεροῦντες τοὺς ἐνδεεῖς. ἔθος τοῖς ἀδικοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλῶνται παρὰ τῶν ἠδικημένων, ὕβρεσι καὶ λοιδορίαις καταισχύνειν αὐτοὺς ἐξευτελίζοντες καὶ πληγὰς ἀπειλοῦντες. τοῦτο οὖν φησι τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας αἰσχύνην ταύτην ἐκ τῆς τυραννίδος ὑμῶν τοῖς πτωχοῖς περιτρέπετε. λαὸν δὲ αὐτοῦ καὶ νῦν ἀποκαλεῖ καὶ ἀμπελῶνα αὐτοῦ ἐμπεπυρισμένον τοὺς κατὰ συναρπαγὴν καὶ διαστροφὴν τῶν διδασκάλων ἠπατημένους, οὓς ἀνακαλούμενος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφων ἀποτρέπει τῆς τῶν προλεχθέντων διαστρόφου διδασκαλίας. σφόδρα δὲ ἀκολούθως τὴν πρώτην τοῦ σωτῆρος παρουσίαν θεσπίσας καὶ τὴν τῶν ἀρχόντων τοῦ λαοῦ διαστροφήν, τὰ περὶ τῆς δευτέρας ἀφίξεως αὐτοῦ παραδίδωσιν λέγων· αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. 1.31