16
Ἀντὶ τῶν κοσύμβων ὁ Ἀκύλας τελαμῶνας ἡρμήνευσεν καὶ ἀντὶ τοῦ· τοὺς μηνίσκους, ὁ Σύμμαχος· μανιάκας, τὸ κάθεμα ὁ Ἀκύλας· κροκυφάντους, ὁ Σύμμαχος· τὰ χαλαστά, καὶ πάλιν τοὺς χλιδῶνας ὁ Σύμμαχος· τὰ ἐνκομβώματα. ἐπειδὴ περὶ ἀνδρῶν ἔδοξεν ἡ προφητεία διὰ τῶν ἔμπροσθεν πάντα εἰρηκέναι, εἰκὸς δὲ ἦν τὰς γυναῖκας μηδὲν πρὸς αὐτὰς λελέχθαι νομίζειν ἀναγκαίως καὶ τὴν κατ' αὐτῶν ἀπειλὴν τίθησιν, τὴν παλαιὰν αὐτῶν κατάστασιν ὑπογράφων ὡς «ἐντρυφῶσαι καὶ κατασπαταλῶσαι» ἐν πλούτῳ· καὶ πολλῇ περιουσίᾳ θεοῦ μνήμην οὐδεμίαν ἐποιοῦντο, διὸ καὶ «γυμνώσειν» αὐτὰς ἐκείνων ἐν οἷς ἐτρύφων ἀπειλεῖ. Ἀντὶ δὲ τῆς προτέρας τρυφῆς τὴν ἐπὶ τὰ χείρω μεταβολὴν αὐταῖς σημαίνει, δι' ὧν ἐπιλέγει· ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. δύναται δὲ ταῦτα μὴ περὶ μόνων γυναικῶν λέγεσθαι, ἀλλὰ καὶ περὶ ψυχῶν χαύνων καὶ τεθηλυμένων. εἰκὸς δ' ἦν καὶ ταῦτα μετὰ τὴν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀντιλογίαν τῷ ἐκ περιτομῆς ἐπιτελεῖσθαι λαῷ· πλούτῳ γὰρ περιρρεόμενοι οἱ τὴν Σιὼν ἔτι τότε οἰκοῦντες, αἵ τε τούτων θυγατέρες «κατεσπατάλων» ἀναισθήτως ἔχουσαι τῶν περιεχόντων αὐτὰς κακῶν. Εἰκότως οὖν καὶ τὰς κατ' αὐτῶν ἀπειλὰς πεποίηται ἡ προφητεία τῇ τῶν πολεμίων μαχαίρᾳ παραδοθήσεσθαι αὐτὰς εἰπὼν καὶ τὴν Ῥωμαίων ἔφοδον αἰνιξάμενος διὰ τοῦ φάναι· καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· ἀντὶ δὲ κάλλους οἱ καλοὶ τοῦ ἀριθμοῦ σου μαχαίρᾳ πεσοῦνται καὶ οἱ δυνατοί σου ἐν πολέμῳ, ὅτε καὶ κενωθήσεται καὶ πενθήσει ἡ πόλις. πρὸς αὐτὴν γοῦν εἴρηται κατὰ τοὺς Ἑβδομήκοντα τό· καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Τῆς ἐσχάτης ἐρημίας τοῦ τόπου διὰ τούτων σημαινομένης τούτοις δ' ἑξῆς ὡς ἐκλελοιπότων ἀνδρῶν καὶ μηκέτ' ὄντων διὰ τὸ ἀνῃρῆσθαι μαχαίρᾳ ἑπτά φησιν γυναῖκας ἐπιλήψεσθαι ἑνὸς ἀνδρὸς δεομένας ὥστε χρηματίσαι αὐταῖς οὐδὲν πλέον μηδὲ γὰρ ἐνδεεῖσθαι αὐταῖς, εἰ μὴ τὸ αὐτοῦ ὄνομα καὶ δοκεῖν αὐτῶν προεστάναι, ὡς ἂν μὴ εἶεν ἔρημοι καὶ ἐπονείδιστοι τῷ μηδένα ἔχειν τὸν προεστῶτα. διὸ ὥσπερ σπάνιόν τινα εὑροῦσαι τοῦτον τῶν πάντων ἀπολωλότων φασὶν πρὸς αὐτόν· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. ταῦτα μὲν ἡ τῆς λέξεως διάνοια, ἕτεροι δὲ τὸν ἄνθρωπον τὸν πρῶτον ἔφασαν εἶναι τὸν σωτῆρα, ἑπτὰ δὲ γυναῖκας τὰς ἑπτὰ δυνάμεις τοῦ ἁγίου πνεύματος, αἳ περὶ τὸν πρῶτον γεγόνασιν ἄνθρωπον διὰ τὸ μηδένα εὑρίσκειν ἕτερον τὸν οἷόν τε αὐτὰς χωρεῖν, εἶναι δὲ ταύτας «πνεῦμα σοφίας καὶ συνέσεως, βουλῆς καὶ ἰσχύος, γνώσεως καὶ εὐσεβείας» καὶ ἐπὶ πᾶσιν «πνεῦμα φόβου θεοῦ». 1.32 Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεός. ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καὶ τὰ πρῶτα ἔσεσθαι καὶ τὰ προκείμενα διδάσκει, ἀλλ' ἐκεῖνα μὲν ἦν σκυθρωπά, τὰ δὲ παρόντα χρηστότερα. πῶς οὖν οἷόν τε ἦν καὶ τὰ τῆς χρηστῆς ἐπαγγελίας, ὑφ' ἕνα χρόνον εἰς τοὺς αὐτοὺς ἀποπληροῦσθαι; τὸ γὰρ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ αὐτοῦ Χριστοῦ τυγχάνει σημαντικόν, ἐν ᾧ καὶ τὰ προλεχθέντα γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. ἀνθ' οὗ ὁ Σύμμαχος πεποίηκεν· ἔσται ἀνατολὴ κύριος εἰς δύναμιν καὶ δόξαν τῆς γῆς καὶ ὑπεροχή. ἀλλ' εἰ μὲν ἑξῆς ἐπῆγεν τῷ παντὶ λαῷ τὰς χρηστὰς ἐπαγγελίας ἔδοξεν ἐναντιώματα περιέχειν ὁ λόγος, νυνὶ δὲ οὐ παντὶ τῷ ἔθνει, ἀλλὰ μόνῳ τῷ ἐξ αὐτοῦ καταλειφθέντι ἐπάγγελται· ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ἀνυψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν ἐν Ἰερουσαλήμ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Ἰερουσαλὴμ ἅγιοι κληθήσονται. οὗτοι δὲ ἦσαν αὐτοί, οἳ διὰ τῆς προτέρας προφητείας δεδηλωμένοι διὰ τοῦ «σπέρματος» τοῦ καταλειφθέντος, περὶ οὗ ἐλέγετο· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν