18
δηλοῦντες. καὶ νῦν δὲ ὄρος Σιὼν ὁ εὐαγγελικὸς ὠνόμασται λόγος, ἐφ' ὃν «ἡ καινὴ» κατεσκευάσθη «κτίσις», οὐχ ὑπὸ ἀνθρώπου τινὸς ἀλλ' ὑπ' αὐτοῦ τοῦ κυρίου τοῦ καὶ φήσαντος· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν», ἧς τὰ περικύκλῳ φησὶ σκιάσειν νεφέλην καὶ ὡς πυρὸς φωτὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ σκεπασθήσεται. νοήσομεν δὲ τοῦτο ἐπὶ τὴν παρὰ Μωσεῖ ἀναδραμόντες ἱστορίαν, ἐν ᾗ λέλεκται «ἡμέρας μὲν ἐν στύλῳ νεφέλης προπορεύεσθαι αὐτῶν» τὸν Χριστόν, «νυκτὸς δὲ ἐν στύλῳ πυρὸς» ὥστε φαίνειν αὐτοῖς· τοιουτότροπον γὰρ καὶ περὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἔσεσθαι ὁ παρὼν θεσπίζει προφήτης, ἡμέρᾳ μὲν εἰπὼν νεφέλην ἐπισκιάσειν αὐτῇ, ἵνα μὴ καίοιτο ὑπὸ φλογμοῦ, νυκτὸς δὲ φῶς καὶ πυρὸς φέγγος, ἵνα μὴ σκοτίζοιτο, ὁμοῦ δὲ πᾶσαν ταύτην σκιάσειν τὴν δόξαν τοῦ θεοῦ φησιν, ὡς μηδὲν αὐτὴν καταβλάπτεσθαι μηθ' ὑπὸ καύματος ἡμερινοῦ μηθ' ὑπὸ σκληρότητος ἡμερινῶν ὑετῶν, δι' ὧν ὁ λόγος διδάσκει θεοῦ δεξιὰν ἐπισκιάσειν τὴν ἐκκλησίαν αὐτοῦ, διὰ παντὸς πρὸς τὸ μηδὲν αὐτὴν καταβλάπτεσθαι μήτε ἐν ταῖς εὐπραγίαις καὶ εἰρηνικαῖς καταστάσεσιν μήτε ἐν τοῖς τῶν διωγμῶν καιροῖς, μένειν τε αὐτὴν εἰς ἀεὶ ἄπτωτον καὶ ἀδιάτρεπτον καὶ σκιαζομένην ὑπὸ τῆς δόξης τοῦ θεοῦ, ὡς μήτε ἐν ἡμέρᾳ καὶ ἐν καύματι φλέγεσθαι μήτ' ἀπὸ σκληρότητός τε καὶ ὑετῶν τε καὶ χειμερινῶν ἀνέμων ἀδικεῖσθαι. διὸ λέλεκται· πάσῃ τῇ δόξῃ σκεπασθήσεται· καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. 1.33 Ἔτι τὸ προφητικὸν πνεῦμα τοῖς προλεχθεῖσιν ἐπισυνάπτει καὶ αὐτὰ †ειπ αὐτῆς μέρος τυγχάνει «τῆς ὁράσεως», «ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλήμ». διεξέρχεται δὲ τὰ προκείμενα ἐκ προσώπου τοῦ ἁγίου πνεύματος φάσκον τό· Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου. ἀντὶ δὲ τοῦ· τῷ ἀμπελῶνί μου, ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ τῷ ἀμπελῶνι αὐτοῦ ἐκδεκώκασι· τῷ γὰρ ἠγαπημένῳ φησὶν ᾄσω ᾆσμα οὐκ ἐμὸν οὐδ' ὑπ' ἐμοῦ πεποιημένον, ἀλλ' ὑπ' αὐτοῦ τοῦ ἀγαπητοῦ ᾄσαντος τῷ ἀμπελῶνι αὐτοῦ ᾆσμα θρήνου καὶ κλαυθμοῦ ἔμπλεων. ὅθεν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· ᾄσω δὴ τῷ προσφιλεῖ μου ᾠδὴν πατραδέλφου μου τῷ ἀμπελῶνι αὐτοῦ, ὁ δὲ Σύμμαχος· ᾄσω δὴ τῷ ἀγαπητῷ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου εἰς τὸν ἀμπελῶνα αὐτοῦ, καὶ ὁ Θεοδοτίων· ᾄσω δὴ τῷ ἀγαπητῷ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνι αὐτοῦ· οὐ γὰρ ἐμόν φησιν, ἀλλὰ τοῦ ἀγαπητοῦ μου τυγχάνει τὸ ᾆσμα· αὐτὸς γὰρ συνέθηκεν αὐτὸ ἐπὶ τῷ ἀμπελῶνι αὐτοῦ ἢ εἰς τὸν ἀμπελῶνα αὐτοῦ ᾠδὴν θρήνου πεποιηκώς. ἠγαπημένος δὲ ἦν καὶ ἀγαπητός, ἠγαπημένος μὲν τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἀγαπητὸς δὲ τοῦ ἁγίου πνεύματος· τοῦτο γὰρ παρίστησιν τὸ προφητικὸν πνεῦμα φῆσαν· Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. διὰ δὲ τῆς ᾠδῆς τὰς εἰς τὸν ἀμπελῶνα εὐεργεσίας αὐτοῦ ἀπαριθμεῖται καὶ τοῦ ἀμπελῶνος τὴν μοχθηρίαν ἐλέγχει, θεσπίζει τε κατὰ τὸ αὐτὸ τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι. οὗτος τοιγαροῦν ὁ ἀγαπητὸς τοῦ θεοῦ τὸν πρῶτον λαὸν τὸν ἐκ περιτομῆς κλῆρον καὶ μερίδα κτησάμενος ἀποθρηνεῖ τὴν ἀπώλειαν αὐτοῦ δι' ὑπερβολὴν φιλανθρωπίας· φησὶ γάρ· ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι, ἢ κατὰ τὸν Σύμμαχον· ἐν κέρατι ἐν τόπῳ ἐλαιῶνι, ἢ κατὰ τὸν Ἀκύλαν· ἐν κέρατι υἱῷ ἐλαίου. φασὶ δὲ τὴν Ἰουδαίαν χώραν οὕτω δηλοῦσθαι διὰ τὸ πίονα εἶναι καὶ λιπαρωτάτην, λέγεσθαι δὲ ἐν κέρατι διὰ τὸ συστῆναι βασιλικὴν μητρόπολιν ἐν αὐτῇ τῇ Ἰερουσαλήμ· εἴωθεν γὰρ ἡ γραφὴ κέρατα τὰς βασιλείας ὀνομάζειν. Φραγμὸν δὲ περιέθηκε τῷ ἀμπελῶνι, δηλαδὴ τῷ παντὶ λαῷ, πάντως που ἀγγέλοις αὐτὸν περιφράξας, ἐχαράκωσε δὲ αὐτὸν προφήταις καὶ ἁγίοις ἀνδράσιν ὑποστηρίσας, ἀλλὰ καὶ κατεφύτευσεν αὐτὸν ἄμπελον σωρήκ. τίς δὲ ἦν αὕτη ἢ πάντως που ἡ θεόπνευστος γραφὴ καὶ ὁ τῆς θεοσεβείας λόγος ὁ τῷ παντὶ παραδοθεὶς ἔθνει; ὁ μὲν γὰρ ἀμπελὼν κυρίου οἶκος τοῦ Ἰσραὴλ