1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

19

εἶναι λέλεκται καθ' ἕτερον τρόπον, ἄμπελος καὶ αὐτὸς χρηματίζων κατὰ τό· «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς». ἄμπελος γὰρ εἶναι δηλοῦται ὁ διὰ Μωϋσέως προελθὼν λαός, ἑτέρα δ' ἂν εἴη περὶ τὸν λαὸν ἡ ἐν αὐτῷ καταφυτευθεῖσα ἄμπελος σωρήκ, ἣν ὁ Σύμμαχος ἡρμήνευσεν ἐκλεκτήν. αὕτη δὲ ἦν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὁ καὶ ἐν Εὐαγγελίοις περὶ αὐτοῦ διδάξας καὶ εἰπών· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ μου ὁ γεωργός»· ἐξ αὐτοῦ γὰρ καὶ ὁ πρῶτος λαὸς τὴν τῶν θείων μαθημάτων φυτείαν εἴληφε. πρὸς δὲ τῇ ἐκλεκτῇ ταύτῃ καὶ λογικὴ φυτεία ἦν, ὥσπερ «ἐνεκέντρισε» τῇ παλαιᾷ καὶ Αἰγυπτιακῇ ἀμπέλῳ. καὶ πύργον οἰκοδομεῖ ἐν μέσῳ τοῦ ἀμπελῶνος, δηλαδὴ τὸν ναόν, καὶ προλήνιον δὲ ὀρύττει ἐν αὐτῷ, τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον, πάντα δὲ τὰ παρ' ἑαυτοῦ πεποιηκὼς ὁ κύριος τοῦ ἀμπελῶνος τοὺς καρποὺς λοιπὸν ἐκδέχεται τοὺς ἐπαξίους τῆς τοσαύτης ἐπιμελείας. ὁ δ' ἀντὶ βοτρύων ἀκάνθας ἐποίει, σαπρίας κατὰ τὸν Ἀκύλαν, ἢ ἀτελῆ κατὰ τὸν Σύμμαχον. ταῦτα εἰρηκότος τοῦ ἁγίου πνεύματος περὶ τοῦ κυρίου τοῦ ἀμπελῶνος διαλαβὼν ὁ κύριος τὰ ἑξῆς, ἀποτείνεται πρὸς αὐτοὺς τοὺς κρινομένους λέγων· καὶ νῦν, οἱ ἐνοικοῦντες Ἰερουσαλὴμ καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνος· εἴ τις γάρ φησιν ἐν ὑμῖν «τοῖς ἐκλεκτοῖς, βασιλικοῦ γένους» καὶ ἐκ φυλῆς Ἰούδα ὁρμώμενος, αὐτοὶ δὴ ὑμεῖς οἱ τῆς Ἰερουσαλὴμ πολῖται, περὶ ἧς ὁ πᾶς ἐστί μοι λόγος, κριταὶ γένεσθε τῶν τε ὑπ' ἐμοῦ λελεγμένων καὶ τῆς τοῦ ἀμπελῶνος κακίας, ἀλλὰ καὶ συμβουλεύσατε, τί χρὴ μετὰ τοσαύτην ἐπιμέλειαν ποιῆσαι, ἢ τί χρὴ γενέσθαι ὃ οὐ γέγονεν. εἰ δ' ὑμεῖς μηδὲν ἔχετε λέγειν, ἀλλ' ἐμοῦ γε προλέγοντος, ἃ μέλλω πράττειν, ἐπακούσατε. εἰκὸς ὑμᾶς μαθόντας ὠφεληθήσεσθαι καὶ τοιαῦτα πρᾶξαι, ὡς μὴ παθεῖν τὰ ἀπειλούμενα. πρῶτον μὲν οὖν τὸν ἀποδοθέντα φραγμὸν τοῦ ἀμπελῶνος καὶ τὸν περιφράττοντα αὐτὸν τῆς ἐμῆς ἐπισκοπῆς τοῖχον περιελῶ· τούτου γὰρ γενομένου ἔσται εἰς διαρπαγὴν καὶ καταπάτημα τοῖς ἁρπάζειν καὶ καταπατεῖν αὐτὸν προῃρημένοις, καὶ οὐκέτι μὲν τεύξεται γεωργίας, ἧς πρότερον ἠξιοῦτο. ἀναβήσεται γὰρ εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, ἀλλὰ καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν, νεφέλας δηλῶν τοὺς προφήτας διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγὲς τοῦ βίου· διὰ τούτων γὰρ ὁ οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος, οὓς ἀπειλεῖ ὁ κύριος ἀποστήσειν αὐτῶν. καὶ τὴν αἰτίαν λευκότερον ἐπάγει λέγων· διότι ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν· κραυγὴν δὲ ἀφίησι «πᾶσα πρὸς θάνατον ἁμαρτία» «βοώσης» τῆς πράξεως αὐτῆς· οὕτως γοῦν εἴρηται τό· «φωνὴ αἵματος Ἅβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρός με». Τινὲς ἐκ τῶν προκειμένων ᾠήθησαν θεσπίζεσθαι τὰ κατὰ τοῦ σωτῆρος τῷ λαῷ τολμηθέντα· ἀκάνθας γοῦν αὐτῷ περιτεθείκασιν καὶ κραυγὴν ἄθεον ἀφῆκαν κατ' αὐτοῦ. διὸ μετῆλθεν αὐτοὺς ὁ παντελὴς ὄλεθρος καὶ ἡ ἐσχάτη ἐρημία, ἥ τε λεγομένη «ὀργὴ εἰς τέλος»· ἐξ ἐκείνου γὰρ καὶ εἰς δεῦρο οὐδεμιᾶς ἠξιώθησαν ἐπισκοπῆς, μένει δὲ καὶ τὸ πτῶμα τοῦ πύργου αὐτῶν, λέγω δὴ τοῦ ναοῦ ἀθεράπευτον καὶ τὸ πᾶν ἔθνος ἀνεπίσκοπον καὶ ἀγεώργητον τυγχάνει, ἀλλ' οὐδὲ αἱ νεφέλαι τὸν λογικὸν αὐτοῖς χορηγοῦσιν ὑετόν. καίτοι τὸ παλαιὸν καὶ ἐπ' αὐτῆς πολεμίας γῆς συνῆσαν αὐτοῖς προφῆται ὥσπερ ἐν Βαβυλῶνι καὶ ἐν Αἰγύπτῳ καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον, ὥστε νῦν ἔργῳ πεπληρῶσθαι εἰς αὐτοὺς τό· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτοὺς ὑετόν. εἰ δὲ λέγοιέν τινες, ὅτι καὶ πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας διαλελοίπασιν οἱ προφῆται, ἀλλά γε συνειστήκει ὁ νεὼς καὶ ἡ σωματικὴ ἐπετελεῖτο λατρεία μέχρι τῆς αὐτοῦ παρουσίας. ὁ δὲ παρὼν λόγος συνίστατο τέλους τετυχηκότα ἢ μετὰ τὴν ὑστάτην πολιορκίαν τὴν ὑπὸ Ῥωμαίων γενομένην. 1.34 ∆ύναται μὲν ταῦτα καὶ κοινὰ εἶναι παραγγέλματα τοῖς πλεονεξίαν