1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

20

νοσοῦσιν κατ' ἄλληλα, δύναται δὲ καὶ τῇ διανοίᾳ ἕπεσθαι τῶν προαποδεδομένων· ἐπειδὴ γὰρ μέλλει θεσπίζειν ἐρημίαν τῆς χώρας καὶ ἀπώλειαν τῶν ἀνδρῶν, εἰκότως ταλανίζει τοὺς μὴ προορῶντας τὸ μέλλον, ὅλους δὲ ἑαυτοὺς ἐκδεδωκότας ἀδικίαις καὶ πλεονεξίαις, ὡς τῶν μὲν πέλας τοὺς οἴκους ἁρπάζειν, τῶν δὲ ἀγρογειτόνων τὰς χώρας ἰδιοποιεῖσθαι, οὓς τὸ πνεῦμα τὸ θεῖον ταλανίζει οἰκτροὺς ἀληθῶς καὶ ἀθλίους εἶναι διδάσκον, ὅτι μὴ τὴν φύσιν ἐν νῷ λαβόντες κόρον οὐκ εἶχον τῆς ἀπληστίας. εἶτα καὶ ἀφανισμὸν ἀπειλεῖ οὐ τῶν οἴκων μόνων, ἀλλὰ καὶ τῆς χώρας αὐτῆς, ὡς μηκέτ' εὐλογίας τῆς παρὰ τοῦ θεοῦ τευξομένης, ὑπὸ κατάραν δὲ γενησομένης οὕτως, ὡς μηδὲν ἄξιον φέρειν τῶν κατὰ γεωργίαν εἰς αὐτὴν πονουμένων. οὗ γάρ φησιν ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία. σφόδρα δὲ ἀκολούθως εἰπὼν περὶ τοῦ ἀμπελῶνος, ὡς «ἀντὶ σταφυλῶν ἀκάνθας ποιήσει», «καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν», καὶ «ἀντὶ κρίσεως ἀνομίαν» καταλέγει. τίνες αἱ «ἄκανθαι» καὶ τίς ἡ «κραυγὴ» καὶ τίς ἡ «ἀνομία», τὰς πλεονεξίας αὐτῶν καὶ τὰς ἀδικίας αὐτῶν, ταύτας εἶναι διδάσκων καὶ τό· ζεύγη δέκα βοῶν πλέον ἑνὸς κεραμίου μὴ ποιήσειν, πλείστην ἔχοι ἀκολουθίαν πρὸς τὴν ἀποδοθεῖσαν κατὰ τοῦ ἀμπελῶνος ᾠδήν. ὅλως δὲ τὸ λέγεσθαι ποιήσειν κεράμιον ἓν ἀπὸ πληθοσπόρου καὶ ἀπὸ ζευγῶν βοῶν δέκα. σπανίους τινὰς τοὺς ἐν αὐτοῖς εὑρεθησομένους σωτηρίας ἀξίους ᾐνίττετο, περὶ ὧν πλεῖστα ὅσα καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο. 1.35 Καὶ ταῦτα μέρη τῶν «ἀκανθῶν» ὑπῆρχεν, ὧν «ἀντὶ σταφυλῆς ὁ ἀμπελὼν» λέγεται «πεποιηκέναι». εἰκὸς δὲ καὶ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν, ὅτ' ἐχρῆν αὐτοὺς πενθεῖν «διὰ τὴν μέλλουσαν» αὐτοὺς καταλήψεσθαι «ὀργήν», «κραιπάλαις» καὶ «οἰνοφλυγίαις», καὶ τῇ ἄλλῃ τρυφῇ σχολάζειν. διὸ ταλανίζονται ὑπὸ τοῦ λόγου, ὡς ἀνεπαισθήτως ἔχοντες τῶν ὅσῳ οὔπω καταληψομένων αὐτοὺς κακῶν. γυμνοτέραν δ' ἔχοντες τὴν διάνοιαν τὰ προκείμενα ἐνδιατρίβειν αὐτοῖς οὐκ ἐπιτρέπει διὰ τὸ σπεύδειν ἐπὶ τὴν τῶν ἀσαφεστέρων ἐξέτασιν· ὅμως δ' οὖν ἔοικεν ὁ λόγος τοὺς δηλωθέντας ἐφ' οἷς ἔπραττον ἐλέγξας λιμὸν αὐτοῖς ἐλεύσεσθαι καὶ θάνατον πόλεμόν τε καὶ αἰχμαλωσίαν ἀπειλεῖν, ἃ δὴ πάντα μετῆλθε τὴν γενεὰν τὴν κατὰ τοὺς τοῦ σωτῆρος ἡμῶν χρόνους γενομένην. ῥητῶς τε γὰρ μετῆλθεν αὐτοῖς ταῦτα πάντα ἐπὶ Οὐεσπασιανοῦ καὶ Ἀδριανοῦ Ῥωμαίων αὐτοκρατόρων, κατὰ δὲ διάνοιαν στερηθέντων τοῦ λογικοῦ ἄρτου τῆς ζωῆς, εἰσέτι καὶ νῦν ἐνδείᾳ τροφῆς ἐπουρανίου τὰς ψυχὰς λιμώττουσιν κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν γραφήν· «ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν», καὶ «τὸν ἀρχηγὸν τῆς ζωῆς» «ἀρνησάμενοι» τῷ τῆς ψυχῆς θανάτῳ περιπεπτώκασιν. ἔτι μὴν τὸν λυτρωτὴν τῆς τῶν ψυχῶν αἰχμαλωσίας ἀποστραφέντες τὸν ἐλθόντα «κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», τοῖς νοητοῖς πολεμίοις παρεδόθησαν, καὶ τῇ τῶν ψυχῶν ἐναπέμειναν αἰχμαλωσίᾳ. ἀντὶ δὲ τοῦ· καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, ὁ Σύμμαχος καὶ νεμηθήσονταί φησιν ἀμνοὶ κατὰ τὴν ἀπαγωγὴν αὐτῶν, τὰ δὲ ἔρημα τῶν παρανόμων πάροικοι φάγονται. ἃ καὶ πρὸς λέξιν ἐπληροῦτο· τῶν γὰρ ἀρχόντων τοῦ λαοῦ δίκην ταύρων ἀγέλης ἡγουμένων εἰς μετοικίαν ἀχθέντων καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διαρπασθέντων τὰς ἐρήμους αὐτῶν χώρας πάροικοί τινες ἐπελθόντες καὶ μέτοικοί τινες ἀπολαβόντες κατέσχον. ὃ δὴ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐν οἷς εἴρητο· «τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων». 1.36 Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἕπεται· πολλῶν γὰρ ἐπακούσαντες διδασκαλικῶν λόγων τοῦ σωτῆρος, τῶν τε μετ' αὐτὸν ἀποστόλων αὐτοῦ, οὐδὲν μὲν πρὸς ὠφελείας ἐκαρποῦντο· τῇ δ' ἀπιστίᾳ ἐπιμένοντες καὶ τοῖς ἀτοπήμασιν, προσθήκας ἐποιοῦντο τῶν ἁμαρτημάτων δεύτερα ἐπὶ πρώτοις καὶ τρίτα