1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

21

ἐπὶ δευτέροις πλημμελοῦντες καὶ τούτοις πάλιν ἕτερα συμπλέκοντες. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐαὶ οἱ ἕλκοντες τὰς ἀνομίας ὡς σχοινίῳ ματαιότητος καὶ ὡς βρόχῳ τῆς ἁμάξης τὴν ἁμαρτίαν. οἱ δ' αὐτοὶ οὗτοι τὰς κατ' αὐτῶν ἀπειλὰς τῶν τε παλαιῶν προφητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος ἀκροώμενοι ἠπίστουν. διὸ ἔλεγον· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. ἅγιον δὲ Ἰσραὴλ κἀνταῦθα τὸν μονογενῆ τοῦ θεοῦ λόγον σημαίνει. 1.37 Καὶ ταῦτα τοῖς τὰ πρῶτα κατηγορηθεῖσιν ἁρμόζει· οἱ γὰρ αὐτοὶ τὸν ὑγιῆ διαστρέφοντες λόγον καὶ τὸ φῶς τοῦ σωτηρίου εὐαγγελίου βλασφημοῦντες, πικρούς τε εἶναι τοὺς γλυκεῖς καὶ τροφίμους τοῦ σωτῆρος ἡμῶν λόγους ἡγούμενοι, ἀνάπαλιν τούτοις τοὺς μοχθηροὺς καὶ πονηροὺς λογισμοὺς ὡς ἀγαθοὺς ἀπεδέχοντο. καὶ τὸ σκότος τῆς πλάνης τὸ συνέχον αὐτῶν τὰς ψυχὰς ἐν χώρᾳ φωτὸς ἐτίθεντο, τῆς τε κακίας τὴν πικρίαν καὶ δηλητήριον φύσιν, ὥσπερ τινὰ γλυκεῖαν ἡδονὴν μετεδίωκον. ἴδοις δ' ἂν εἰσέτι καὶ νῦν τοιούτους τοὺς τῶν Ἰουδαίων παῖδας τὴν μὲν ἀλήθειαν τοῦ εὐαγγελίου ἀποστρεφομένους, «τοὺς δὲ γραώδεις μύθους» καὶ τὸ τῆς ἀγνοίας σκότος μεταδιώκοντας. ταύτῃ δὲ τῇ προαιρέσει «ἠρνήσαντο μὲν τὸν Χριστὸν τοῦ θεοῦ», «ᾐτήσαντο δὲ τὸν Βαραββᾶν», μετὰ «λῃστῶν» καὶ «κακούργων» τὴν αὐτῶν θέμενοι μερίδα. ἀλλὰ καὶ ἀθέοις καὶ ἀσεβέσιν ἔθνεσιν συναγελαζόμενοι, τοὺς μὲν εἰδωλολάτρας ἀποδέχονται, τὸν δὲ σώφρονα καὶ σεμνὸν τοῦ Χριστοῦ λαὸν ἀποστρέφονται καὶ διώκουσιν. 1.38 Τοῖς αὐτοῖς ἁρμόζοι ἂν καὶ ταῦτα περιέχοντα μὲν καὶ γενικὴν πρὸς ἅπαντας τοὺς δοκητισόφους ἀπειλὴν οὐ μὴν ἀλλὰ καὶ ἀπελέγχοντα τοὺς δι' ὅλης τῆς προφητείας κατηγορηθέντας· μὴ γὰρ προσέχοντες τοῖς τοῦ σωτῆρος λόγοις κακοῖς διδασκάλοις αὐτοὶ ἑαυτοῖς ἐχρήσαντο ὡς συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, ἔπειτα ὥσπερ ἰσχύοντες καὶ πολλὰ δυνάμενοι ἐν τῷ λαῷ, μέθῃ μὲν τὴν ἑαυτῶν ψυχὴν περιέβαλλον τῷ τῆς ἀγνοίας σκότῳ καρούμενοι. ἤδη δὲ καὶ ἑτέροις ποτὸν δεδολωμένον «ἐκίρνων» τὸ καλούμενον σίκερα, ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ μέθυσμα ὠνομάκασιν. καὶ τοῦτ' ἔπραττον «καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ». διὸ καὶ ἀνωτέρω πρὸς τοὺς αὐτοὺς ἐλέγετο· «οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι». οἱ δ' αὐτοὶ οὗτοι δωροδοκοῦντες τὸν μὲν ἀσεβῆ δίκαιον ἀπέφαινον, ἄδικον δὲ τὸν δίκαιον. διὸ τὰ ἑξῆς ἐπιφερόμενα ὁ λόγος αὐτοῖς ἀπειλεῖ λέγων. 1.39 Τὰ συμβησόμενα «πρὶν γενέσθαι» ἐπίτηδες ὁ λόγος προαναφωνεῖ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν κακίαν ἀναστέλλειν προῃρημένος· εἰκὸς γὰρ ἦν σωφρονισθήσεσθαι τοὺς ἀκροωμένους προμαθόντας τὰ ἐπελευσόμενα. τοῖς ἐπιμόνως ἁμαρτάνουσίν φησιν οὖν διὰ τοῦτο· οὐ γὰρ διά τινα συντυχίαν οὐδὲ δι' ἀνάγκην φυσικὴν οὐδὲ διὰ τὴν εἱμαρμένην, ἀλλὰ διὰ τὰ προλεχθέντα ἀτοπήματα τάδε ὑμῖν καὶ τάδε ἐπελεύσεται, ἐπεὶ τοίνυν ὑμεῖς «ὁ ἀμπελὼν κυρίου», οὐ βότρυς οὐδὲ καρποὺς ἀγαθούς, «ξύλα δὲ καὶ χόρτον καὶ καλάμην» συνηγάγετε καὶ «τὰς ἀκάνθας ὑμῶν» ἐπληθύνατε. τούτου χάριν λέγει εἰκότως· ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης οὕτως ἡ τῆς κακίας ὑμῶν ῥίζα ὡς χνοῦς καὶ ὡς ἀπόβρωμα πυρὸς ἔσται, ἀλλὰ καὶ τὸ ἄνθος ὑμῶν ὡραιότης, δηλαδὴ τοῦ σώματος, καὶ ἡ τοῦ πλούτου δόξα καὶ ἡ τοῦ παντὸς ἔθνους εὐπρέπεια, ὅσον οὐδέπω κονιορτοῦ δίκην διασκεδασθήσεται. ταῦτα δέ φησιν αὐτοῖς ἔσεσθαι, ἐπειδὴ πρὸς τοῖς προλεχθεῖσιν τὸν νόμον κυρίου σαβαὼθ οὐκ ἠθέλησαν παραδέξασθαι, ἀλλὰ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. καὶ ἐν τούτοις δὲ θέα ὡς οὐκ εἰδωλολατρίας αὐτῶν κατηγορεῖ, ἀλλ' ὅτι μὴ τὸν νόμον κυρίου σαβαὼθ ἐθέλησαν· ποῖον δὲ νόμον ἢ περὶ οὗ ἀνωτέρω εἴρηται· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἰερουσαλήμ»; ἐπεὶ τοίνυν οὐκ ἠβουλήθησαν τὸν νόμον τῆς καινῆς διαθήκης, ἀλλὰ