1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

22

καὶ τὸν ζῶντα τοῦ θεοῦ λόγον παρώξυναν, κατὰ δὲ τὸν Ἀκύλαν· ὅτι ἀπέρριψαν τὸν νόμον κυρίου στρατιῶν καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ διέσυραν, κατὰ δὲ τὸν Σύμμαχον· ὅτι ἀπεδοκίμασαν τὸν νόμον κυρίου τῶν δυνάμεων καὶ τὸν λόγον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Τούτου χάριν ἐπιλέγει· καὶ ἐθυμώθη ὀργῇ κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, ὃν αὐτὸς μὲν ἐβουλεύετο εἶναι οἰκεῖον αὐτοῦ λαόν τε καὶ χρηματίζειν, οἱ δ' οὐκ ἐβούλοντο. καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ ταῦτα πάντα διὰ τὰς ἀποδοθείσας αἰτίας προστίθησι δὲ τούτοις λέγων· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. σημαίνει δὲ καὶ διὰ τούτων πολεμίων ἔφοδον καὶ πλῆθος τῶν ἀναιρουμένων, ὡς καὶ αὐτὰ πληροῦσθαι τὰ ὄρη νεκρῶν σωμάτων, καὶ τὴν χώραν ἅπασαν τῶν θνησιμαίων αὐτῶν μεστὴν γίνεσθαι. ἐπίμονος δὲ ὢν ὁ θυμὸς τοῦ θεοῦ κατ' αὐτῶν οὐκ ἀπεστράφη τοσαῦτα αὐτοῖς ἐνδειξάμενος, ἀλλ' ἔτι ἡ χεὶρ τοῦ θεοῦ κατ' αὐτῶν ὑπῆρχεν ὑψηλὴ διὰ τὸ ἐπίμονον αὐτῶν τῆς ἀπιστίας. τήρει δέ πως εἴρηται τό· ἔτι ἡ χεὶρ ὑψηλή· ὡς γὰρ παραμενούσης κατ' αὐτῶν εἰσέτι καὶ νῦν τῆς τοῦ θεοῦ ὀργῆς λέλεκται. ὃ δὴ καὶ ὁ Ἀπόστολος παρίστησιν εἰπών· «ἔφθασεν δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος». πόθεν δὲ ἤμελλεν πληροῦσθαι τὰ ὄρη καὶ ἡ χώρα τῶν θνησιμαίων αὐτῶν ἑξῆς παρίστησιν διὰ τούτων. 1.40 Πολεμικὴν παράταξιν καὶ ἔφοδον ἐθνῶν ὑπογράφει κατὰ τοῦ μὴ παραδεξαμένου τὸν καινὸν νόμον καὶ τὸν λόγον τοῦ κυρίου σαβαὼθ λαοῦ, παρίστησίν τε πόθεν τὰ ὄρη παρωξύνθη, μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν ἐκλονήθη, ἐταράχθη δὲ κατὰ τὸν Σύμμαχον. πόθεν δὲ τὰ θνησιμαῖα αὐτῶν ἐγενήθη ὡς κοπρία ἐν μέσῳ ὁδοῦ διδάσκων, ὡς πάντα αὐτὰ αὐτοῖς συμβέβηκεν ἐκ τῆς τῶν πολεμίων ἐφόδου, ἣν οὐκ ἐξ ἑαυτῶν ἐποιήσαντο, θεὸς δὲ ἦγεν αὐτοὺς μονονουχὶ σύρων καὶ ἕλκων ἐπὶ τὴν τῶν κατηγορηθέντων πολιορκίαν. Τοῦτο γὰρ σημαίνει φάσκων ὁ λόγος· τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς. σημαίνει δὲ διὰ τούτων τὸ Ῥωμαϊκὸν στρατόπεδον ἀπὸ τῶν δυτικῶν μερῶν ὁρμῆσαν κατὰ τῆς Ἰερουσαλήμ. εἴ ποτε γοῦν Βαβυλωνίους ἢ Ἀσσυρίους βούλεται λέγειν, ὀνομαστὶ τούτων μνημονεύειν εἴωθεν ἢ τοὺς «ἀπὸ βορρᾶ» καλεῖ διὰ τὸ ἐν τοῖς βορειοτέροις τῆς Ἰουδαίων χώρας οἰκεῖν, νυνὶ δὲ ὥσπερ ἐν ἱστορίᾳ τῆς Ῥωμαϊκῆς παρατάξεως τὸ πλῆθος ἔθνη καλεῖ μακρὰν ἀφεστῶτα καὶ ἐν ἄκροις τῆς γῆς οἰκοῦντα. εἶτα διαγράφει θυμοὺς πολεμικῶν ἀνδρῶν, ἐμφαντικῶς τε παρίστησιν δοράτων καὶ ξιφῶν καὶ τῶν λοιπῶν πολεμικῶν ὅπλων, ἵππων τε πρὸς τούτοις καὶ ἁρμάτων παρασκευήν. οἷς ἐπιλέγει περὶ μὲν τῶν πολιορκητῶν· ὁρμῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήψεται καὶ βοήσει ὡς φωνὴ θαλάσσης κυμαινούσης. ἔνθα προσήκει ἐπιστῆσαι τὸν νοῦν, ὡς τὸ πλῆθος τῶν πολεμίων φωνῇ θαλάσσης κυμαινούσης ἐξομοιοῖ, ἵν' εἴ ποτε λέγοιτό τινα τοιαῦτα ὡς περὶ θαλάσσης ἔχοιμεν, ἐντεῦθεν τῆς θεωρίας τὴν μαρτυρίαν ἐκλαμβάνειν. ταῦτα μὲν οὖν εἴρηται περὶ τῶν πολιορκητῶν, περὶ δὲ τῶν πολιορκηθησομένων· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν. καὶ τοῦτο τέλος τῆς κατὰ Ὀζίαν τὸν βασιλέα προφητείας ἀρξαμένης μὲν ἀπὸ τοῦ· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν», διαρκεσάσης δὲ μέχρι τῆς παρούσης περικοπῆς, δι' ἧς ὁ τελευταῖος κατ' αὐτῶν πόλεμος ἠπείληται καὶ τὸ ἐπελθὸν σκότος τοῖς παροξύνασιν τὸ λόγιον κυρίου καὶ μὴ θελήσασιν τὸν νόμον τῆς καινῆς αὐτοῦ διαθήκης παραδέξασθαι. τὰ δ' ἑξῆς τούτοις ἐπιφερόμενα μετὰ τὴν τελευτὴν «Ὀζίου τοῦ βασιλέως» θεωρεῖται ἐπὶ τῶν χρόνων «Ἰωαθάμ»· οὗτος γὰρ τὴν «τοῦ Ὀζίου» βασιλείαν διαδέχεσθαι ἱστορεῖται. 1.41 Αὐτὸς ὁ προφήτης τὸν κύριον σαβαὼθ ἐπὶ τὸν ναὸν αὐτοῦ, ὃν πολλάκις ἀνεκήρυξεν, αὐτοψίᾳ θεωρεῖ. διεξέρχεταί τε τὰ προκείμενα