23
ἐξ οἰκείου προσώπου, ὃ δὴ παρίστησιν ἐκ τοῦ ἐπιφέρειν ἑξῆς· «καὶ εἶπον Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐμμέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»· σαφῶς γὰρ ταῦτα τὸν ἄνθρωπον αὐτὸν παρίστησιν διηγούμενον, ἃ ἑώρακεν καὶ ὡς τὸν κύριον σαβαώθ, περὶ οὗ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν εἴρηται, τοῖς ὀφθαλμοῖς αὐτοῦ τεθέαται. ἱστορεῖ δὲ καὶ τὸν χρόνον τῆς θεωρίας λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. οἶμαι δὲ διὰ τούτων σαφῶς παρίστασθαι, τίς ποτ' ἦν ὁ διὰ πάσης τῆς προφητείας δηλούμενος κύριος κύριος σαβαώθ, ὅπερ ἑρμηνεύεται κύριος στρατιῶν ἢ κύριος τῶν δυνάμεων. ὁρώμενον γοῦν θεὸν εἰσάγει· καίτοι περὶ τῆς ἀγεννήτου θεότητος εἴρηται τό· «θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». αὐτός τε ὁ σωτὴρ διδάσκει· «οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα»· οὐκοῦν ὁ νῦν τῷ προφήτῃ θεωρούμενος κύριος σαβαὼθ τῆς ἀγεννήτου καὶ ἀοράτου καὶ ἀκαταλήπτου θεότητος ἕτερος ἦν. τίς δὲ οὗτος ἢ «ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», ὃς ὑποκαταβαίνων τοῦ ἰδίου μεγέθους, σμικρύνων τε αὐτὸν ἐξ ἐκείνου ὁρατὸν καὶ καταληπτὸν ἀνθρώποις ἐποίει. οὕτω γοῦν «ὤφθη» καὶ «τῷ Ἀβραάμ», ὁπηνίκα «εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Ἐπιλέγει οὖν ἡ γραφή· «καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ὀφθέντι αὐτῷ», καὶ πάλιν· «Ἀβραὰμ ἐγένετο ἐτῶν ἐνενήκοντα, καὶ ὤφθη αὐτῷ κύριος», καὶ αὖθις· «ὤφθη κύριος τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρή». καὶ περὶ τοῦ Ἰσαὰκ εἴρηται· «καὶ ἐπορεύθη, καὶ ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ὤφθη κύριος αὐτῷ ἐν τῇ νυκτὶ ἐκείνῃ», καὶ αὖθις ἐπὶ τοῦ Ἰακὼβ εἴρηται· «ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ». ἀλλὰ καὶ ὅτε «ἦλθεν εἰς Βαιθὴλ αὐτὸς καὶ ὁ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ, ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα οἴκου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεός». καὶ πάλιν εἴρηται· «ὤφθη δὲ ὁ θεὸς τῷ Ἰακὼβ καὶ ἔτι ἐν Λουζᾶ». καὶ ἄλλοτε εἶπεν αὐτῷ ἐν ἀνθρώπου σχήματι ὀφθείς· «οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ' ἢ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός». ὅτε «καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Εἶδος θεοῦ εἰπών· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». καὶ Μωσῆς δὲ τὸν χρηματίζοντα αὐτῷ θεὸν ἱκέτευσε λέγων· «εἰ εὗρον χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε». ὁ δὲ ἀπεκρίνατο αὐτῷ λέγων· «καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου». ἀλλὰ καὶ ὁ Ἰεζεκιὴλ «τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον» «εἶδεν, ὡς ὅρασιν ἀνθρώπου» «ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ἕως ὑπὲρ ὅρασιν ἠλέκτρου». δι' ὧν ἁπάντων μανθάνομεν οὐχ ὁμοίας τὰς ὀπτασίας γεγονέναι τοῖς προλεχθεῖσιν, ἀλλὰ διαφόρους· τῷ μὲν γὰρ Μωσῇ εἴρητο· «οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται»· τὸ γὰρ πρόσωπον τοῦ θεοῦ λόγου καὶ ἡ θεότης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ θνητῇ φύσει οὐκ ἂν γένοιτο καταληπτή. καὶ τῷ Ἰεζεκιὴλ δὲ ἡ τοῦ λόγου δόξα δι' αἰνιγμάτων ἐθεωρεῖτο· τῷ δὲ Ἀβραὰμ ἐσχηματισμένος ἑωρᾶτο ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ «ὑπὸ τὴν δρῦν» γενέσθαι, καὶ «τοὺς πόδας ἀπονίψασθαι» καὶ τραπέζης κοινωνῆσαι. ὁμοίως καὶ ἐπὶ τοῦ Ἰακὼβ ἄνθρωπος εἰσῆκται «παλαίων», ὃν ἡ μὲν γραφὴ «ἄνθρωπον» ὀνομάζει, αὐτὸς δὲ ὁ χρηματίζων· «οὐ κληθήσεταί φησιν τὸ ὄνομά σου Ἰακώβ· ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ». ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν· «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». ὁ δὲ παρὼν προφήτης ἰδεῖν καὶ αὐτὸς μαρτυρεῖται τὴν δόξαν αὐτοῦ.