25
ὠνόμασεν· ἐπεὶ καὶ περὶ τῶν ἀνέμων εἴρηται· «ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων», οὐ πάντως ἐκπιπτόντων ἡμῶν ἐπὶ σχήματα σωματικά, ὡς τῶν ἀνέμων ὀρνέων δίκην πτερυττομένων. τῶν δὲ περὶ τὰ σεραφεὶμ πτερύγων ἤτοι δυνάμεων παραδόξων ἔργων ἀποτελεστικῶν, δύο μὲν τὸ πρόσωπον ἐκάλυπτον, οὐ τὸ τοῦ κυρίου, ἀλλὰ τὸ αὑτῶν, ὡς μὴ τολμᾶν ἀτενὲς ἀφορᾶν εἰς τὸ θεωρούμενον. διὸ «οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ μόνον ὁ γεννήσας αὐτὸν πατήρ». καὶ τοὺς πόδας δὲ ἐκάλυπτον τοὺς ἑαυτῶν, τὰ ἔσχατα τῆς οἰκείας πορείας καὶ ὡς ἂν εἴποι τις, τὰ βήματα καὶ τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, ὡς μὴ ἀκαλύπτοις ποσὶν τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ. διὸ ἐγκαλυπτόμενα καὶ ὥσπερ ἀποκρύπτοντα τὴν τοῦ βίου ἑαυτῶν πορείαν, τὴν μέσην μόνην παρεῖχον ὁρᾶν ἑαυτῶν κατάστασιν, καὶ αὐτοῦ δὲ τοῦ μονογενοῦς τῆς μέσης προνοίας καὶ διοικήσεως τὴν σοφίαν ὑπερεθαύμαζον, μήτε εἰς τὸ τῆς θεότητος αὐτοῦ πρόσωπον ἐνατενίζειν τολμῶντα μήτε τοῖς ποσὶν ὡσαύτως διὰ τὸ ἀπειρομεγέθες τῆς ἀτελευτήτου καὶ ἀκαταλήπτου φύσεως, ὑπερεκπληττόμενα δὲ τὴν ἄρρητον θεότητα τοῦ θεωρουμένου. ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· τῷ ἐνιαυτῷ ᾧ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ πρὸς ποδῶν αὐτοῦ ἐπλήρου τὸν ναόν. σεραφεὶμ ἑστῶτα ἐπάνωθεν ἑκάστου ἓξ πτέρυγες. τὰ δὲ πρὸς ποδῶν αὐτοῦ πεπληρωκέναι τὸν ναὸν λέγει, ἐπειδὴ ὁ ἐπὶ γῆς νεὼς ἐν τῷ «ὑποποδίῳ» τοῦ θεοῦ συνειστήκει· «Ὁ οὐρανὸς γὰρ αὐτοῦ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ». εἰκότως οὖν τὰ πληροῦντα τὸν ἐπὶ γῆς οἶκον πρὸς ποδῶν ἐλέγετο τοῦ ἑωραμένου. σεραφεὶμ δὲ ἑστήκει ἐπάνωθεν, τίνος ἐπάνωθεν ἢ τοῦ οἴκου, οὐ γὰρ δὴ τοῦ κυρίου. ὁ δὲ προφήτης ἑαυτὸν ταλανίζει, ὅτι ἐσιώπησε μὴ συναναβοήσας τοῖς σεραφεὶμ μηδὲ ὁμοίως αὐτοῖς τὸν ὕμνον τῆς θεολογίας τοῦ ἁγιασμοῦ τοῦ κυρίου ἀνειπών, αἴτιον δὲ αὐτῷ τῆς σιωπῆς γεγονέναι τὸ ἀκάθαρτά φησιν ἐσχηκέναι χείλη ἀπὸ τῆς πρὸς τὸν ἀσεβῆ λαὸν ὁμιλίας. Ἕτερος πρὸς τὸν ἕτερον ἐβόα καὶ ἔκραγεν λέγοντα· Ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. οὐ μίαν δὲ ἠφίεσαν φωνὴν οὐδὲ ἀθρόως ὁμοῦ τὰ πάντα κοινῇ ταύτην ἀνέπεμπον, ἀλλ' ἕτερος πρὸς τὸν ἕτερον ἐμφαίνων τὸ ἑαυτοῦ θαῦμα καὶ τὴν ἔκπληξιν τὴν ἐπὶ τῷ θεωρουμένῳ. μάλιστα δὲ ὑπερεξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ ταπεινὰ κατάβασις τῆς δόξης τοῦ θεοῦ λόγου. τοῦτο γοῦν αὐτοῖς παρεῖχεν θαῦμα μέγιστον, ὅτι μὴ μόνος ὁ οὐρανὸς πλήρης ἐτύγχανεν τῆς δόξης αὐτοῦ, ἀλλ' ἤδη καὶ μέχρι γῆς ἔφθανεν, ὡς πληροῦσθαι τὴν σύμπασαν γῆν τῆς αὐτοῦ δόξης· ὑπερβολὴ γὰρ αὕτη φιλανθρωπίας τοῦ καθημένου μὲν ἐπὶ τοῦ ὑψηλοτάτου θρόνου, πληροῦντος δὲ καὶ τὰ ἐπὶ γῆς, ἐν οἷς τέως κατὰ τὸ παλαιὸν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐπληροῦτο κατὰ τὸν καιρὸν τῆς τούτων θέας. διὸ ἀνωτέρω ἐλέγετο· «καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ». τὰ σεραφεὶμ εὐφημοῦντα ἐβόα, ἀλλ' ὅτι καὶ πᾶσα ἡ γῆ πλήρης ἔσεσθαι ἔμελλεν τῆς δόξης αὐτοῦ· προγνώσει γὰρ τοῦ μέλλοντος ὑπερεθαύμαζον. ὃ δὴ καὶ ἀκολούθως τοῖς θεσπίσμασιν ἐτελεῖτο μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν πάροδον· ἐξ ἐκείνου γὰρ ὡς ἀληθῶς πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν καὶ εἰς πᾶσαν ἐκηρύχθη τὴν γῆν, οὐ μόνον ἡ γνῶσις, ἀλλὰ καὶ ἡ δόξα τῆς περὶ αὐτοῦ θεολογίας. ἐπειδὴ γὰρ ἑώρων αὐτοῦ τὴν δόξαν ἐπὶ γῆς μέλλουσαν ἐκλάμπειν μηδὲν δὲ ἀπὸ τῆς γεώδους καὶ φθαρτῆς οὐσίας ζημιουμένην, εἰκότως ἀνεβόων τό· Ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, οὐχ ἅπαξ τὸν ἁγιασμὸν αὐτοῦ, ἀλλὰ καὶ πολλάκις, μᾶλλον δὲ εἰς ἀναρίθμητον καὶ εἰς ἄπειρον καὶ εἰς ἀεὶ ὑπερεκπληττόμενα. διὸ ἕτερος πρὸς τὸν ἕτερον ἐκεκράγει ἐμφαίνων ὁ καθ' εἷς τῷ πλησίον τὸ ἑαυτοῦ θαῦμα. καὶ ἐπήρθη τὸ ὑπέρθυρον. ἐπὶ ταύτῃ τῇ βοῇ τὸ ὑπέρθυρον τοῦ ναοῦ ἐπήρθη, καὶ ὁ οἶδος ἐνεπλήσθη καπνοῦ, ἀπορρήτως αἰνιττομένου τοῦ λόγου, ὡς ἄρα πληρουμένης πάσης τῆς γῆς