26
τῆς δόξης αὐτοῦ, γυμνοῦσθαι ἤμελλεν ὁ ἐν ἐκείνῳ τῷ τόπῳ νεὼς καὶ τοῦ ὑπερθύρου δὲ ἀρθέντος ἔρημος καταλειφθήσεσθαι καὶ καπνοῦ τε πλήρης ἔσεσθαι παραδοθεὶς πυρί· πυρὸς γὰρ σημεῖον ὁ καπνός. ᾐνίξατο τοίνυν διὰ τούτων ὁ λόγος ἐπὶ τέλει τὸν κατειληφότα τὸν τόπον ἐμπρησμόν, μεθ' ὃν ἐπληρώθη πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ τοῦ κυρίου· οὐκέτι ἑνὸς οἴκου, μυρίων δὲ καθ' ὅλης τῆς οἰκουμένης πολὺ κρειττόνων ἐκείνου συστάντων. ἀκολούθως τῇ βοῇ τῶν σεραφεὶμ ταῦτα θεασάμενος ὁ προφήτης ἐν ἀγωνίᾳ κατέστη, μή πη ἄρα καὶ αὐτὸς τῷ πλήθει συναπόλοιτο τοῦ λαοῦ· συνιδὼν γὰρ ὡς ἀνωτέρω μὲν ἐλέγετο, «πλήρης εἶναι ὁ οἶκος τῆς δόξης τοῦ θεοῦ», ἐπὶ δὲ τῇ γενομένῃ βοῇ οὐκέτι δόξης ἀλλὰ καπνοῦ. Εἰκότως τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τοῦ οἴκου τεκμηράμενος θορυβεῖται καὶ ἀγωνιᾷ μὴ ἄρα πη συμπαραληφθῇ τούτοις, δι' οὓς ταῦτ' ἔπασχεν ὁ τόπος, ἀλλὰ καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ θεωρουμένου κυρίου τῇ θνητῇ φύσει συμβαλὼν ἐξομολογεῖται, ταλανίζων δι' αὐτῆς ἑαυτόν φησιν· Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. ὁμολογεῖ δὲ ἀκάθαρτος εἶναι οὐ τὴν ψυχὴν ἀλλ' οὐδὲ τὸ πᾶν σῶμα, ἐπεὶ μηδεμίαν ἑαυτῷ πρᾶξιν ἀκάθαρτον συνῄδει, μόνα δὲ τὰ χείλη ἀκάθαρτα ἐσχηκέναι φησίν, ὡς τοῦ λοιποῦ σώματος αὐτῷ καθαριεύοντος καὶ τῆς ψυχῆς, κατὰ τό· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». καὶ τὰ χείλη δὲ ἀκάθαρτα εἶχεν, οὐδ' ἄλλοθεν ἢ ἀπὸ τῆς πρὸς τοὺς ἀκαθάρτους ὁμιλίας· ἠναγκάζετο γὰρ ὡς εἰκὸς ἀκαθάρτοις ἀνδράσι προσομιλῶν ἄξια τῆς ἐκείνων φθέγγεσθαι μοχθηρίας, δι' ὧν ἐμόλυνε τὰ χείλη. οὕτω δὲ ἀκριβὴς ὁ βίος ἐτύγχανε τοῦ προφήτου ὡς καὶ ἐπὶ τῷ σμικροτάτῳ κατανύττεσθαι, διαβάλλει δὲ ὁμοῦ τὴν θνητὴν φύσιν ὡς ἂν φθορᾶς ἔμπλεω καὶ ἀτιμίας. διό φησι τό· ἄνθρωπος ὤν· ἀπήρκει γὰρ πρὸς διαβολὴν καὶ τὸ ἄνθρωπον εἶναι σάρκα φθαρτὴν περιβεβλημένον. 1.42 Τῷ μὲν προφήτῃ Ἰερεμίᾳ εἰρηκότι· «Ὁ Ὢν δέσποτα κύριε,ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», «ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ καὶ ἥψατο τοῦ στόματος αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου»· ἐπεὶ γὰρ μὴ καθάρσεως ἐδεῖτο τὰ τοῦ Ἰερεμίου χείλη, εἰκότως «ἡ τοῦ κυρίου χεὶρ ἁψαμένη τοῦ στόματος αὐτοῦ» τῆς προφητικῆς αὐτὸν ἐπλήρου χάριτος. νυνὶ δὲ τῷ Ἠσαΐᾳ καθάρσεως δεομένῳ οὐχ ὁ κύριος, ἀλλ' ἓν τῶν σεραφεὶμ ἀποσταλὲν ὑπὸ τοῦ κυρίου ἄνθρακα φέρον πρόσεισιν καὶ τὰ χείλη αὐτοῦ περικαθαίρει τῷ ἄνθρακι. ἔνθεν εἰκότως ἑρμηνευόμενα τὰ σεραφεὶμ εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπινπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσιν. καί μοι δοκοῦσιν καθαρτικοί τινες εἶναι τῶν καθάρσεως δεομένων, διὸ οἱ σεραφεὶμ τοῖς τοῦ προφήτου χείλεσιν τὸν καθαρτικὸν ἄνθρακα προσῆγεν εἷς τούτων κελευσθεὶς τοῦτο πρᾶξαι. οὗτος δὲ ἦν ὁ ἄνθραξ ἀπὸ τοῦ θυσιαστηρίου τάχα που τοῦ φιλανθρώπου κυρίου πληροῦντος τὸ ἑαυτοῦ θυσιαστήριον τοιούτων τινῶν σωτηρίων καὶ καθαρτικῶν ἀνθράκων. διὸ λέλεκταί που· «ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ». καὶ ὁ θεὸς δὲ αὐτὸς παρὰ Μωϋσεῖ «πῦρ καταναλίσκον» εἴρηται, καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις «βαπτίσειν» τοὺς ἀξίους «ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ» μεμαρτύρηται. διὰ τούτων ἁπάντων παιδεύοντος ἡμᾶς τοῦ λόγου μὴ ἄλλως δύνασθαί τινα τυχεῖν καθάρσεως ἁμαρτημάτων ἢ διὰ τοῦ θείου πυρός· «ὁποῖον γάρ ἐστι τὸ ἑκάστου ἔργον τὸ πῦρ αὐτὸ δοκιμάσει», καί· «ὁ σωθησόμενος» γάρ φησιν «οὕτως σωθήσεται ὡς διὰ πυρός». Εἰκότως οὖν καὶ ὁ τοσοῦτος προφήτης δι' ἄνθρακος πυρὸς καθαίρεται τὰ χείλη, διὸ λέγεται πρὸς αὐτόν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. ποίας δὲ ἀνομίας καὶ ἁμαρτίας ἢ ὧν τὰ χείλη αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖ; Μετὰ δὲ τὴν τούτων κάθαρσιν ἀκολούθως φωνῆς καταξιοῦται τοῦ