27
καθημένου ἐπὶ θρόνου λεγούσης· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; ἐδοκίμαζεν ἄρα ἡ τοιαύτη φωνὴ μέσως εἰρημένη τὴν τοῦ προφήτου προθυμίαν, ὡς ἂν τῆς ἀγαθῆς προαιρέσεως μισθὸν κτήσοιτο. διὸ οὐ προστακτικῶς ἐκέλευσεν αὐτῷ ἀπιέναι, μέσως δὲ ἠρώτα, τίς εἴη ἕτοιμος τοῦτο πράττειν. ὁ δὲ ὑπολαβὼν σὺν πολλῷ θάρσει ἅτε δὴ κεκαθαρμένος τὰ χείλη εἶπεν· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. Ἡ δὲ φωνὴ πρὸς αὐτόν· Πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. τίνα δὲ βλέποντες βλέψουσιν καὶ τίνος ἀκοῇ ἀκούσονται, οὐ παρέστησεν ἡμῖν καταλιπὼν σκοπεῖν ἐκ τῆς τοῦ λόγου ἀκολουθίας, ἧς ὁ νοῦς τοιοῦτός ἐστιν· ὃν σὺ τεθέασαι «κύριον» καὶ ὃν τοῖς σοῖς ὀφθαλμοῖς «εἶδες», ὦ προφῆτα, τοῦτον καὶ ὁ λαὸς οὗτός ποτε ὄψεται, ἀλλὰ καὶ τῆς φωνῆς ἧς αὐτὸς ἐπὶ τοῦ παρόντος ἐπακήκοας, ἐπακούσεται καιρῷ τινι καὶ αὐτός· οὐ μὴν καὶ συνήσει οὐδὲ γνώσεται οὐδὲ βουλήσεται αὐτοῦ τὴν χάριν παραδέξασθαι. σαφῶς δὲ διὰ τούτων τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν ὁ ταῦτα λέγων ἐδήλου. ὅπως δὲ βλέποντες οὐκ ἑώρων, διερμηνεύει ἑξῆς φάσκων· τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς· ὁ μὲν γὰρ σωτὴρ ἅτε φῶς ὑπάρχων πάντων ἐφώτιζεν τὰς ψυχάς, ὡς καὶ «τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι», οἱ δὲ τοὺς ὀφθαλμοὺς ἔμυον, ὥστε μὴ βλέπειν, καὶ οὕτω βλέποντες οὐκ ἔβλεπον· ὅταν γάρ τις ἐνατενίσας καὶ ἀκριβῶς θεασάμενος ὑπερίδῃ καὶ καταφρονήσῃ τοῦ ὁρωμένου ἢ μύσῃ τὰ ὄμματα προσποιούμενος μὴ ἑωρακέναι, τότε βλέπων οὐκ εἶδεν. τὸ μὲν οὖν βλέψαι ὑπῆρξεν αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος, τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς μῦσαι τοὺς ὀφθαλμοὺς ἑαυτῶν καὶ προσποιηθῆναι μὴ βλέπειν. οὕτω δὲ καὶ ἀκοῇ ἀκούει τις καὶ πάλιν οὐκ ἀκούει, ἐπειδὰν μὴ συνῇ τὰ λεγόμενα ἢ ὅταν παρακούῃ καὶ καταφρονῇ τῶν λεγομένων. συμβαίνει δὲ τοῦτο, ἐπειδάν τις τὰ ὦτα ἑαυτοῦ βαρύνῃ ὥσπερ ἀποφράξας καὶ ἀποκωφώσας αὐτά. ταῦτα οὖν ἔσεσθαι περὶ τὸν τῶν Ἰουδαίων λαὸν ἡ φωνὴ τοῦ κυρίου ἐθέσπισεν, ἣ ἐπληροῦτο ἔργοις ἐπὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, καθ' ἣν παρόντα αὐτὸν «ὀφθαλμοῖς ὁρῶντες οὐκ ἔβλεπον» καὶ διδάσκοντος «τὰ μυστήρια τῆς βασιλείας» οὐ συνίεσαν. καὶ τὴν δόξαν δὲ κυρίου διὰ τῶν ἐκκλησιῶν αὐτοῦ πληροῦσαν πᾶσαν τὴν γῆν ὁρῶντες οὐ κατανύττονται τὴν καρδίαν, δι' ἣν αὐτοὶ ἑαυτοῖς ἐνεποίησαν ἀπιστίαν. διὸ καὶ τὴν αἰτίαν ἐπιλέγει· καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, εἰπών· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς. Τούτων ἐπακούσας ὁ προφήτης ἐρωτᾷ λέγων· Ἕως πότε, κύριε; τί γὰρ ἔσται τέλος τῆς τοιαύτης αὐτῶν ἀβλεψίας; ὁ δὲ ἀποκρίνεται· Ἕως ἐρημωθῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι. σημαίνει δὲ διὰ τούτων τὴν ἐπελθοῦσαν πρώτην ὑπὸ Ῥωμαίων τῷ τόπῳ πολιορκίαν μετὰ τὰ κατὰ τοῦ σωτῆρος αὐτοῖς τολμηθέντα, καθ' ἣν Ἰουδαίων πλεῖσται πόλεις ἐπὶ αὐτοκράτορος Οὐεσπασιανοῦ δῃωθεῖσαι ἀφανεῖς παντελῶς κατέστησαν, ὡς μηδὲ μνήμην αὐτῶν μηδὲ ὄνομα περιλείπεσθαι. ἀντὶ δὲ τοῦ· καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, σαφέστερον ἐξέδωκεν ὁ Σύμμαχος εἰπών· καὶ μακρὰν ποιήσει κύριος τοὺς ἀνθρώπους. σημαίνει δὲ ὁ λόγος, ἣν κατὰ τὸν αὐτὸν χρόνον ὑπέμεινεν αἰχμαλωσίαν τὸ πλῆθος τοῦ Ἰουδαίων ἔθνους, καὶ τὸν διασκεδασμόν, ὃν διεσκεδάσθησαν φεύγοντες τὰς ἐπικειμένας αὐτοῖς συμφοράς. ἐπὰν δὲ ἐκεῖνοί φησι μακρυνθῶσιν τὸ τηνικαῦτα, πληθυνθήσονταί φησιν οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς ἕτεροι ὄντες τῶν προτέρων. τοσοῦτοι δὲ οὗτοι ἔσονται, ὡς παραβαλλομένους αὐτοὺς τοῖς πρώτοις πολλοστημόριον εἶναι νομίζεσθαι τοῦ ἐκείνων πλήθους· ἔσται γάρ φησι καὶ ἔτι ἐν αὐτῇ τὸ δέκατον. εἶθ' ὁποῖον ἔσται τέλος καὶ τούτων τῶν περιλειφθέντων παρίστησιν ἐπιφέρων ἑξῆς· καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς