28
τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς, κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· καὶ πάλιν ἔσται εἰς καταβόσκησιν ὡς δρῦς καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα ἵσταται μόνη, οὕτω πως ἐρημίαν παντελῆ προαγορεύοντος τοῦ λόγου. ἐπληροῦτο δὲ καὶ αὕτη κατὰ τοὺς τοῦ Ἀδριανοῦ χρόνους, καθ' οὓς δευτέραν ὑπομείναντες Ἰουδαῖοι πολιορκίαν εἰς τοῦτο κακῶν περιέστησαν, ὡς νόμοις καὶ διατάγμασιν αὐτοκρατορικοῖς μηδ' ἐξ ἀπόπτου τὴν ἐρημίαν τῆς αὐτῶν μητροπόλεως θεωρεῖν ἐπιτρέπεσθαι. σφόδρα δὲ ὁ λόγος προσφυέσι κέχρηται παραδείγμασιν φήσας περὶ τοῦ Ἰουδαίων λαοῦ· ἔσονται γὰρ ὡς τερέβινθος ἢ ὡς δρῦς ἢ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. οὐκέτι γὰρ «ἀμπελὼν κυρίου σαβαὼθ» οὐδ' «ὡς παράδεισος θεοῦ» οὐδ' «ὡς ἐλαία ὡραία» οὐδ' «ὡς φοῖνιξ κατὰ τὸν δίκαιον» οὐδ' ὡς ἄλλο τι τῶν ἡμέρων καὶ ἀναγκαίων φυτῶν ἔσεσθαι αὐτούς φησιν, ἀλλ' ὡς βάλανον οὐδ' αὐτὴν συνεστῶσαν, ἀλλ' ἐκπεπτωκυῖαν τῆς θήκης αὐτῆς, καὶ ὡς τερέβινθον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὡς δρῦν. δρῦν δὲ καὶ βάλανον καὶ δρυμὸν καὶ τῶν ἀνημέρων ξύλων τὰ ἄκαρπα καὶ ἀγριώτατα εἴωθεν ὀνομάζειν ἡ θεία γραφή, ἐπειδὰν ἐθέλῃ τὰ ἀλλόφυλα σημαίνειν ἔθνη, οἷς ὅμοιον ἔσεσθαί φησι καὶ τὸν Ἰουδαίων λαὸν οὐδὲν τῶν ἀλλοφύλων ἐθνῶν οὔτε τῷ βίῳ οὔτε τῷ τρόπῳ διενηνοχότα, ἀλλὰ καὶ ἐν χείρονι τυγχάνοντα καταστάσει, τῷ τοὺς μὲν τὰς οἰκείας ἐπέχειν χώρας καὶ τοὺς κατὰ φύσιν τὴν αὐτῶν προφέρειν καρπούς, τούτους δὲ τῆς οἰκείας ἐκπεπτωκέναι καὶ μὴδ' ὁμοίως ἐκείνοις ἐνεργεῖν, ὡς διὰ τοῦτο παραβάλλεσθαι δρυὶ ἀγρίῳ φυτῷ καὶ βαλάνῳ καρπῷ ζῴων ἀλόγων θρεπτικῷ καὶ τούτῳ ἐκπεπτωκότι τῆς θήκης. τούτοις ἑξῆς μετὰ ἀστερίσκων προσθήκης ἐπιλέγει περὶ τοῦ ἐξ αὐτῶν ἁγίου σπέρματος, περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». τό· σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς οὐ κεῖται μὲν παρὰ τοῖς ἡμετέροις ἀντιγράφοις, διὸ καὶ περιττὸν εἶναι δόξειεν ἄν· πλὴν ἐπεὶ ὁ μὲν Θεοδοτίων ἐξέδωκεν οὕτως εἰπών· σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς, ὁ δὲ Ἀκύλας· σπέρμα ἡγιασμένον στήλωσις αὐτῆς, ὁ δὲ Σύμμαχος· σπέρμα ἅγιον ἡ ἀντίστασις αὐτῆς. τίνα ἀντίστασιν ἢ στήλωσιν φήσειεν εἶναι τοῦ ἐκπεσόντος ἐκείνων λαοῦ ἢ τὸ ἐξ αὐτῶν σπέρμα ἅγιον τὸ μὴ ἐκπεσὸν μηδὲ τὴν ὁμοίαν τοῖς λοιποῖς ὑπομεῖναν πτῶσιν; εἶεν δ' ἂν οὗτοι οἱ τὴν χάριν τὴν σωτήριον ὑποδεδεγμένοι «ἀκοῇ ἀκούσαντες» καὶ ὀφθαλμοῖς βλέψαντες, οὓς μακαρίζων ὁ σωτὴρ ἔλεγεν· «ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν». 1.43 Τὰ πρῶτα τῆς προφητείας ἐπὶ Ὀζίου τοῦ βασιλέως λέλεκτο, ὃν διαδεξαμένου Ἰωαθὰμ κατ' ἀρχὰς «τῆς βασιλείας» αὐτοῦ τὴν προταθεῖσαν ὀπτασίαν ὁ προφήτης ἑώρα, δι' ἧς τὴν θεότητα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ παρέστησεν καὶ θεσπίσας τὰ λελεγμένα μέχρι τούτων ἔστη, οὐ πολλῶν λόγων δεηθέντος τοῦ καιροῦ διὰ τὴν τοῦ βασιλέως εὐσεβῆ κατάστασιν, ᾧ καὶ τὸν λαὸν ἐξακολουθεῖν εἰκὸς ἦν. μετὰ δὲ τὴν ὀπτασίαν χρόνου μεταξὺ διαγενομένου «ἐτῶν δέκα ἕξ»· τοσούτοις γὰρ ἦρξεν ὁ Ἰωαθάμ, βασιλεύει Ἄχαζ δυσσεβέστατος ἀνδρῶν. εἴ τις καὶ ἄλλος, καθ' ὃν τὰ προκείμενα θεσπίζεται περιέχοντα προφητείαν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ κατὰ σάρκα γεννήσεως. καὶ πολλῆς γε ἔχεται ἀκολουθίας ὁ λόγος μετὰ τὴν θεότητα αὐτοῦ θεσπίζων τὰ περὶ τῆς εἰς ἄνθρωπον αὐτοῦ γενέσεως. γίγνεται δὲ ὑπόθεσις τοῦ τῆς προφητείας λόγου δύο βασιλέων ἐπανάστασις κατὰ τοῦ Ἄχαζ, ὧν ὁ μὲν τῆς Συρίας ἡγεῖτο Ῥαασσὼν ὄνομα, βασιλικὴν πόλιν τὴν ∆αμασκὸν κεκτημένος, ὁ δ' ἐκράτει τοῦ πλήθους τοῦ Ἰουδαίων ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει. ἦν δὲ οὗτος Φάκεε Ῥομελίου υἱός. καὶ δὴ συμφωνήσαντες οὗτοι ἐπιστρατεύουσιν τῷ Ἄχαζ, ὃς ἐβασίλευσεν τῆς Ἰερουσαλὴμ ... φυλῶν τοῦ Ἰουδαίων ἔθνους καθηγούμενος, ἀλλὰ τὸν μὲν Ἄχαζπαραδίδωσι ὁ θεὸς διὰ πλείστας ὅσας