29
δυσσεβείας αὐτοῦ, τόν τε ὑπ' αὐτῷ λαὸν τοῖς εἰρημένοις βασιλεῦσιν, ὡς ἀνελεῖν μὲν αὐτῶν «δέκα καὶ δύο μυριάδας ἀνδρῶν», αἰχμαλώτους δὲ ἀπαγαγεῖν οὐκ ἐλάττους «εἴκοσι μυριάδων». τοιαύτης δὴ τροπῆς κατὰ τὴν πρώτην συμβολὴν γενομένης, οὐκ εἰς μακρὸν δὲ αὖθις οἱ προλεχθέντες βασιλεῖς, ὁ τῆς ∆αμασκοῦ λέγω καὶ τῆς Σαμαρείας, ὁπλίζονται κατὰ τοῦ Ἄχαζ προθέμενοι τὴν Ἰερουσαλὴμ πολιορκίᾳ ἑλεῖν καὶ τὸν μὲν Ἄχαζ ἀνελεῖν, ἕτερον δὲ ἀντ' αὐτοῦ καταστῆσαι βασιλέα, τὸν λεγόμενον «υἱὸν Ταβεήλ». Οὐκ ἔλαθεν ταῦτα τὸν Ἄχαζ οὐδὲ τὸν ὑπ' αὐτῷ λαὸν οἶκον ∆αυὶδ ὀνομαζόμενον· οὕτω δὲ ἐκαλοῦντο οἱ ἀπὸ γένους ∆αυὶδ καὶ πάντες οἱ ἐκ διαδοχῆς αὐτοῦ ἄρχοντες καὶ ἀρχόμενοι. ὡς οὖν ἔμαθον μέλλειν αὐτοῖς αὖθις ἐπιτίθεσθαι τοὺς δηλωθέντας, ἐξέστη αὐτῶν ἡ ψυχή, τοῦτ' ἔστιν ἐθορυβήθη, ἢ κατὰ τὸν Σύμμαχον ἐκλονήθη, ἢ κατὰ τὸν Ἀκύλαν ἐσαλεύθη. οὐ μόνον δὲ τοῦ βασιλικοῦ γένους, ἀλλὰ καὶ τοῦ λαοῦ παντὸς τάραχος οὐ μικρὸς τὴν ψυχὴν κατέσχηκεν μνήμῃ προτέρων κακῶν, ὧν οὐ πρὸ πολλοῦ ἔτυχον πεπειραμένοι, ἣν δὲ αὐτῶν ἀπεικάσαι τὴν ψυχὴν κλονουμένην καὶ σειομένην ἐκ τῆς ἀκοῆς ξύλοις δρυμοῦ ὑπὸ σφοδροτάτῳ πνεύματι δονουμένοις, ἀλλ' ὁ ἀγαθὸς κύριος οἶκτον λαβὼν αὐτῶν φιλανθρωπεύεται καὶ ἀποστέλλει τὸν αὐτοῦ προφήτην παραινῶν τῷ Ἄχαζ ἄφοβον καὶ ἀτάραχον ἑαυτὸν φυλάττειν· βοηθοῦ γὰρ αὐτοῦ τεύξεται τοῦ θεοῦ νῦν γοῦν εἰ καὶ μὴ πρότερον, ἐπειδὴ καὶ τὸ πρῶτον αὐτοῦ παραδόντος τοῖς πολεμίοις αὐτοὺς διὰ τὰς ἐκτόπους αὐτῶν δυσσεβείας τὰ προλεχθέντα πεπονθότες εἶεν. καὶ δὴ προστάττει τῷ προφήτῃ κατά τινα τόπον τὸν αὐτῷ φανέντα εὔκαιρον συντυχεῖν τῷ Ἄχαζ, παραλαβεῖν δ' ἅμα αὐτῷ κελεύσας τὸν περιλειφθέντα αὐτῷ υἱόν, ὡς ἂν ἄμφω αὐτός τε ὁ προφήτης καὶ ὁ τούτου υἱὸς ἐξ ἅπαντος τοῦ λαοῦ, ᾧ τὴν ψυχὴν ἔοικεν περιλελεῖφθαι, προσέλθοιεν τῷ βασιλεῖ καὶ τὰ κελευόμενα εἴποιεν. Ἔδει γὰρ καὶ τὸν υἱὸν τοῦ προφήτου μὴ συνδιαφθαρέντα τῷ πλήθει ἐναπομείναντα δὲ τῇ πατρικῇ διδασκαλίᾳ μαθητεύεσθαι ἐξ ἐκείνου τῷ πατρί, διὰ τοῦ παρεῖναι αὐτῷ θαρσαλέως προσιόντι καὶ πράττοντι τὰ κεκελευσμένα, φάναι δὲ τῷ Ἄχαζ συναντήσαντα, ἃ προστάττει ὁ θεός· Φύλαξαι τοῦ ἡσυχάσαι, κατὰ δὲ τὸν Ἀκύλαν· φύλαξαι καὶ ἡσύχασαι, κατὰ δὲ τὸν Θεοδοτίωνα· πρόσεχε καὶ ἡσύχασον. θαρσῶν φησι τῷ λόγῳ τοῦ θεοῦ ἄτρομος ἔσο καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν οὐδαμῶς μὲν φῶς ἐχόντων, δαλῷ δὲ μόνον ἐσβεσμένῳ καὶ καπνιζομένῳ ἐοικότων· τοιοῦτοι γάρ τινές εἰσιν οἱ δύο βασιλεῖς, ὧν ἐν φόβῳ καὶ ἀγωνίᾳ καθέστηκας. εἰ γὰρ καὶ τὰ μάλιστα ἡ παιδευτική μου δύναμις, ἣν ὀργὴν εἴωθεν ἀποκαλεῖν τὰ λόγια, μετῆλθεν ὑμᾶς τὸ πρότερον εἰς ἔλεγχον τῶν νομιζομένων ὑμῖν θεῶν, οἷς ἐθαρσεῖτε μὲν αὐτοί, οἳ δὲ τὸ μηθὲν ὄντες ἀπηλέγχοντο, ὁπηνίκα ὑποχειρίους ὑμᾶς εἷλον οἱ πολέμιοι. ὅμως ἐπεὶ μή ἐστιν ἡ ἐμὴ ὀργὴ παράμονος ὡς ἀγαθὸς θεὸς αὐτὸς καὶ τὸ πρῶτον παίσας ὑμᾶς ἐπὶ τῷ συμφέροντι· καὶ νῦν αὖθις πᾶν τὸ νοσῆσαν ὑμῶν ἰάσομαι, εἰ ἐπιστραφέντες τῆς προτέρας πλάνης μάθετε ἀληθῶς εὐσεβεῖν. Οἱ γοῦν δύο βασιλεῖς οὗτοι, ὁ τε τῆς Συρίας καὶ ὁ τῆς Σαμαρείας, Ἀρὰμ δὲ ἡ νῦν Συρία, Σαμάρεια δὲ ἡ νῦν καλουμένη πόλις Σεβαστή, εἰ καὶ μεγάλα ἠπείλησαν τὴν προλεχθεῖσαν βουλευσάμενοι βουλήν, ἀλλ' οὐ κατὰ γνώμην πράξουσιν· ἐγὼ γὰρ αὐτὸς ὁ κύριος σαβαώθ, ὡς ἂν κύριος ὢν τῶν δυνάμεων τῶν θειῶν καὶ τῶν κατ' οὐρανὸν ἀγγελικῶν στρατιῶν, οὐκ ἐπιτρέψω τὴν βουλὴν αὐτῶν ἐπὶ πέρας ἀχθῆναι, κρίνας σῶσαι ὑμᾶς ὡς ἂν σχοίητε τῆς ἐμῆς εὐεργετικῆς καὶ σωτηρίου δυνάμεως ἐναργεστάτην αἴσθησιν· ἀπαρκεῖ γὰρ τῇ μὲν Συρίᾳ κεφαλὴν ἔχειν τὴν ∆αμασκὸν καὶ ταύτης εἶναι τὸν Ῥαασσὼν βασιλέα, τῇ δὲ Σαμαρείᾳ τὸν Ἐφραίμ. οὕτω δὲ ἐκαλεῖτο τὸ πλῆθος τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραὴλ διὰ τὸν ἐξ Ἐφραὶμ αὐτῶν βασιλεύσαντα· ἀρκετὸν οὖν καὶ τούτοις ἔχειν τὴν Σαμάρειαν καὶ ταύτης ἡγεῖσθαι