30
τὸν τοῦ Ῥομελίου υἱόν. μάνθανε δὲ καὶ τοῦτο, ὦ Ἄχαζ, ὡς ὅσον οὔπω ἡ τῆς Σαμαρείας βασιλεία καταλυθήσεται, τοῦ ἐν αὐτοῖς βασιλευομένου λαοῦ αὐτοῖς βασιλεῦσιν αἰχμαλώτου γενησομένου, καὶ εἰς Ἀσσυρίους ἀποικισθησομένου διὰ τὰς ὑπερβαλλούσας αὐτῶν ἀθεμίτους πράξεις. εἰ δὲ καὶ τὸν χρόνον γνῶναι ποθεῖς, γίνωσκε, ὡς εἴσω ἑξήκοντα καὶ πέντε ἐτῶν ἐπιστὰς ὁ τῶν Ἀσσυρίων βασιλεὺς πάντας αὐτοὺς λήψεται ἀπάξας τε αἰχμαλώτους εἰς τὴν αὐτοῦ μετοικιεῖ χώραν. ταῦτα τῷ προφήτῃ λέγειν ὁ θεὸς προσέταττεν αὐτῷ τε τῷ Ἄχαζ καὶ τῷ ὑπ' αὐτὸν λαῷ· παρορμῶν αὐτοὺς πρὸς ἑαυτὸν ἐπιστρέφειν, πιστεύειν τε καὶ μὴ διαπιστεῖν τοῖς εἰρημένοις. διὸ τοῖς πᾶσιν ἐπιφέρει λέγων· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε. ὁ μὲν οὖν τοῦ θεοῦ λόγος οὐκ εἰς μακρὸν τέλους ἐτύγχανεν· συμπληρουμένου γὰρ τοῦ προλεχθέντος χρόνου, καὶ ἡ ∆αμασκὸς καὶ ἡ Σαμάρεια, οἵ τε τούτων ἡγεμόνες ἥλωσαν ὑπὸ τοῦ τῶν Ἀσσυρίων βασιλέως. ταῦτα μὲν οὖν ὧδέ πη τὴν προφητείαν ἐπιστοῦτο διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, τά γε μὴν ἑξήκοντα καὶ πέντε ἔτη φασὶν Ἑβραίων παῖδες ἐπ' ἀκριβὲς συμπληροῦσθαι, εἴ τις ἀριθμεῖν ἄρξαιτο τοὺς χρόνους ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς τοῦ Ὀζίου βασιλείας. προφητεύει μὲν γὰρ κατὰ ταὐτὸν ὁμοῦ τῷ Ἠσαίᾳ καὶ Ἀμὼς ὁ προφήτης· θεσπίζει δὲ πρῶτος ὁ Ἀμὼς τὴν μέλλουσανσυμβήσεσθαι αἰχμαλωσίαν τοῦ Ἰσραὴλ λέγων· «ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ». καὶ κατὰ τῆς Σαμαρείας δὲ ὁ αὐτὸς προφητεύει ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα «πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ». φασὶν δὲ τὸν σεισμὸν τοῦτον εἶναι τὸν γενόμενον ἐπὶ Ὀζίου, ὅτε εἰσελθὼν εἰς τὸ ἁγίασμα ἐπὶ τῷ θῦσαι «ἐλεπρώθη», καὶ ἐξεχύθη ἡ πιότης τοῦ θυσιαστηρίου σεισμοῦ γενομένου. «πρὸ δύο» τοίνυν «ἐτῶν τοῦ σεισμοῦ» προφητεύσαντος τοῦ Ἀμὼς κατὰ τῆς Σαμαρείας καὶ κατὰ τῆς Ἰερουσαλὴμ προσήκει φασὶν ἐξ ἐκείνου δεῖν ἄρχεσθαι τὰ ἑξήκοντα καὶ πέντε ἔτη συνάγειν. γίνεται δὲ τὰ λοιπὰ τοῦ Ὀζίου ἔτη εἴκοσι ἑπτά, ἐπειδὴ τὰ πάντα «δύο καὶ πεντήκοντα ἔτη βασιλεῦσαι» μνημονεύεται τῶν δὲ κατὰ τὸ πέμπτον καὶ εἰκοστόν. πρῶτος Ἀμὼς τὰ περὶ τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας ἐθέσπισεν, ἔπειτα «Ἰωαθὰμ ἔτη δέκα ἓξ» καὶ «Ἄχαζ» ὁμοίως «ἔτη δέκα ἕξ». εἰ τὰ τῆς Ἑζεκίου βασιλείας ἔτη ἓξ ὁμοῦ τὰ πάντα συνάγεται εἰς ἔτη ἑξήκοντα καὶ πέντε· ἕκτῳ γοῦν ἔτει Ἑζεκίου ὁ Ἰσραὴλ τὴν ὑστάτην ὑπέμεινεν αἰχμαλωσίαν. ταῖς προφητείαις ἀκολούθως σημεῖον δὲ αὐτῷ δώσειν ἐπαγγέλλεται, δι' οὗ σωθήσεσθαι ἔμελλεν· ὁ δὲ σκληροκάρδιος ὢν καὶ τῇ δαιμονικῇ πλάνῃ βεβαπτισμένος ἀναίνεται καὶ παραιτεῖται τὸ τοῦ θεοῦ σημεῖον, κἂν τούτῳ τὸ ἄπιστον καὶ ἀνυπότακτον ἑαυτοῦ δεικνύς. ἰστέον ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ὄγδοος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. 1.44 Ἀντὶ τοῦ· εἰς βάθος ἢ εἰς ὕψος, ὁ μὲν Σύμμαχος αἴτησαί φησι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ εἰς ὕψος ἄνω, ὁ δὲ Ἀκύλας· ἐπερώτησον σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ μετεώρισον εἰς ἄνω, ὁ δὲ Θεοδοτίων· αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ ὕψωσον ἄνω. νοήσομεν δέ γε τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον ἐκ τῆς παρὰ Μωϋσεῖ γραφῆς· τῶν γὰρ ἐν Αἰγύπτῳ διὰ Μωϋσέως γενομένων σημείων, περὶ ὧν εἴρηται· «ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε», τὰ μὲν ἀπὸ γῆς ἐτύγχανεν ὡς «οἱ βάτραχοι καὶ αἱ ἀκρίδες καὶ οἱ σκνῖφες καὶ ἡ κυνόμυια», τὰ δὲ ἐξ οὐρανοῦ ὡς «ἡ χάλαζα καὶ τὸ πῦρ τό τε τριήμερον σκότος». εἴποι δ' ἄν τις καὶ τὸ ἐπὶ Ἑζεκίου γενόμενον σημεῖον ἐξ οὐρανοῦ γεγονέναι, «ὅτε ἀναποδίσαντος τοῦ ἡλίου ἔδραμεν εἰς τὰ ὀπίσω ἡ σκιὰ τοὺς δέκα ἀναβαθμούς». ἐκ βάθους δὲ ἦν σημεῖον καὶ τὸ ἐπὶ Σαοὺλ γενόμενον, ὅτε Σαμουὴλ μετὰ θάνατον αὐτοῦ προμηνύει. ὁμοίως ἐκ βάθους ἦν «σημεῖον Ἰωνᾶς» «ἐκ τῆς κοιλίας τοῦ κήτους» προϊὼν καὶ Νινευίταις