31
ἀλλοφύλοις ἀνδράσιν κηρύττων. κελεύεται τοίνυν ὁ Ἄχαζ σημεῖον αἰτῆσαι, δι' οὗ σωθήσεσθαι ἔμελλεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ λαός. ἐξουσίαν τε αὐτῷ δίδωσιν ὁ θεὸς αἱρέσεως τοῦ σημείου, εἴτ' ἐκ βάθους αἰτήσειεν αὐτῷ δοθῆναι τοῦτο, ἐκ βάθους οὐχ ἑτέρου ἢ τοῦ κατὰ τὸν ᾅδην· εἴτ' ἐξ ὕψους, καὶ αὐτῶν τῶν ἄνω μετεώρων. ὁ δὲ ἀκούσας ἀναίνεται, ἅτε δὴ ἀσεβὴς ὢν καὶ μὴ πειθαρχῶν τῷ θεῷ κελεύοντι μηδὲ θέλων ἀπόπειραν λαβεῖν τῆς τοῦ θεοῦ παραδοξοποιοῦ δυνάμεως. διό φησιν· Οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον. εἶθ' ὁ προφήτης ἐπὶ τῇ τοῦ ἀνδρὸς ἀπονοίᾳ σχετλιάσας ἐξ οἰκείου προσώπου τὰ ἑξῆς ἐπιλέγει φάσκων· Ἀκούσατε δή, οἶκος ∆αυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἐκάλει δὲ καὶ ἐν τοῖς ἀνωτέρῳ οἶκον ∆αυὶδ τοὺς ἐκ τῆς διαδοχῆς ∆αυὶδ κατάγοντας τὸ γένος, ἐν οἷς ἔλεγεν· «καὶ ἀνηγγέλη εἰς τὸν οἶκον ∆αυίδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ», πρὸς τὸν αὐτὸν τοίνυν οἶκον ∆αυὶδ τὰ προκείμενα φάσκει μηκέτι τοῦ λόγου καταξιῶν τὸν Ἄχαζ. τίνα δέ ἐστιν ἃ πρὸς τὸν οἶκον ∆αυὶδ ἀποκρίνεται; μὴ μικρόν φησίν ἐστιν τὸ παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἀνθ' ὧν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον· ἀκούσατε δή, οἶκος ∆αυίδ· μήτι ὀλίγον μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καίγε τὸν θεόν μου; ὁ δὲ Σύμμαχος· ἀκούσατε δή, οἶκος ∆αυίδ· μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν θεόν μου; ὁ δὲ Θεοδοτίων· καὶ εἶπεν· ἀκούσατε δή, οἶκος ∆αυίδ· μὴ μικρὸν ἐξ ὑμῶν ἀγῶνα παρέχειν ἀνθρώποις, ὅτι ἀγῶνα παρέχετε καίγε τῷ θεῷ μου; ἔστι δὲ ὁ νοῦς τῶν προκειμένων τοιοῦτος· οὐ παύσεσθέ ποτε τοῖς τοῦ θεοῦ ἀνθρώποις, λέγω δὲ τοῖς τοῦ θεοῦ προφήταις, κόπους καὶ μόχθους καὶ ἀγῶνας τοὺς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας παρέχοντες, ἀλλὰ δὴ καὶ αὐτὸν τὸν ἐμὸν θεόν, ὃν ὑμεῖς ἀγνοεῖτε, κοποῦτε σκυλμοὺς καὶ ἀγῶνας παρέχοντες τῷ μὴ βούλεσθαι πιστεύειν αὐτοῦ ταῖς ἐπαγγελίαις. ὁ μὲν γὰρ οἷα θεὸς δι' ὑπερβολὴν φιλανθρωπίας σωτήριον σημεῖον αἰτεῖν παρ' αὐτοῦ προστάττει, δι' οὗ μέλλετε σωθήσεσθαι καὶ τῆς τῶν δύο βασιλέων τῶν ἐπιστρατευσάντων ὑμῖν ἀγωνίας ἀπαλλάττεσθαι. ὑμεῖς δὲ ἐπιμένοντες τῇ ἑαυτῶν μοχθηρίᾳ ἀγῶνα παρέχετε αὐτῷ καὶ κόπους ὁμοίως τοῖς αὐτοῦ προφήταις καὶ αὐτῷ χρώμενοι οἷς ἀπιστοῦντες ἐπιβουλὰς ἐμηχανήσασθε κατ' αὐτῶν πολλάκις. Πλὴν εἰ καὶ ὑμεῖς τοιοῦτοι, ἀλλ' αὐτὸς πάλιν οἷα θεὸς μιμούμενος ἑαυτὸν οὐ παρίησιν ὑμᾶς ἀπολλυμένους, τὸ δὲ σωτήριον σημεῖον καὶ μὴ βουλομένοις ὑμῖν παρέξει. τί δὲ τοῦτό ἐστιν; παράδοξόν τι θαῦμα ἔσται ποτὲ ἐν ἀνθρώποις καὶ σημεῖον μηδέποτε ἀκουσθὲν ἐκ τοῦ παντὸς αἰῶνος· παρθένος γὰρ κυήσει δίχα τῆς πρὸς ἄνδρα κοινωνίας καὶ θεὸν γεννήσει, σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους. τοῦτον οὖν αὐτὸν τὸν μέλλοντα τοιαύτης λαγχάνειν γενέσεως θεὸν σημεῖον ὑμῖν σωτήριον ἐντεῦθεν ἤδη ὁ θεὸς παρέχει. ὃ δὴ καὶ εἰς βάθος ἐκταθήσεται καὶ εἰς ὕψος· εἰς βάθος μὲν δι' ἣν ποιήσεται μέχρις ᾅδου κατάβασιν, εἰς ὕψος δὲ διὰ τὴν εἰς οὐρανοὺς ἐπάνοδον. σὺ τοιγαροῦν, ὁ οἶκος ∆αυίδ, ἐντεῦθεν ἤδη κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς παρόντας πολεμίους συμβολῆς ἀνακαλοῦ τοῦτον Ἐμμανουὴλ ἐπονομάζων, ὅπερ ἐκ τῆς ἑρμηνείας τὴν τοῦ λόγου παρίστησι δύναμιν· μεθ' ἡμῶν γὰρ ὁ θεὸς δηλοῖ τοὔνομα. πιστεύων δῆτα τῷ σημείῳ θάρσει καὶ μηκέτι μὲν θεοὺς ἀνακαλοῦ ∆αμασκοῦ μηδὲ τοὺς μὴ ὄντας βοηθοὺς ἐπιγράφου σαυτῷ, τὸν δὲ Ἐμμανουήλ, ὡς ἂν θεὸν ἀνθρώποις συνεσόμενόν ποτε, κάλει, θαρσῶν σὺν πεποιθήσει τελείᾳ, πιστεύων τῇ τῆς προσηγορίας δυνάμει. ἔνθα δὴ γενομένους ἐπιστῆσαι προσήκει ὡς ἀκριβῶς ἡ προφητεία τῷ οἴκῳ ∆αυὶδ προστάττει τὸν ἐκ τῆς παρθένου γενησόμενον Ἐμμανουὴλ καλεῖν λέγουσα· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· σὺ γὰρ αὐτός, ὁ οἶκος ∆αυίδ, ὁ νῦν τῷ προφήτῃ παρὼν καὶ τούτων ἀκροώμενος τῶν λόγων τὸν θεσπιζόμενον καλέσεις Ἐμμανουήλ, ὡσεὶ σαφέστερον ἔλεγεν· ἐπικαλοῦ βοηθὸν