32
σεαυτῷ συνεχῶς καὶ πολλάκις Ἐμμανουὴλ ὀνομάζων καὶ ὡς συνόντα σοι θεὸν τοῦτον ἀνακαλούμενος. εἰ γὰρ καὶ τὰ μάλιστα μακροῖς ὕστερον χρόνοις ἡ παρθένος τοῦτον κυήσει καὶ τέξεται. ὅτε καὶ τὸ ἀποτέλεσμα γενήσεται τῆς προφητείας, ὅτε καὶ σωτὴρ ἀναφανήσεται τοῦ παντὸς ἀνθρώπων γένους, παρ' ᾧ καὶ ἑτέρῳ τότε χρήσεται ὀνόματι σωτηρίας ἐπωνύμῳ. ἀλλ' ἐντεῦθεν ἤδη, σύ, ὁ οἶκος ∆αυίδ, ἀγαθὸν σύνθημα παρὰ κυρίου λαβὼν ἀνακαλοῦ αὐτὸν Ἐμμανουὴλ ὀνομάζων· σωτηρίαν γάρ σοι πιστεύοντι καὶ πειθαρχοῦντι τοῖς λεγομένοις ἡ τοιαύτη προξενήσει ἐπίκλησις. εἰ μὲν οὖν εἴρητο· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ἔδοξεν ἂν εἰς μέλλοντα χρόνον τὴν πᾶσαν παραπέμπειν προφητείαν· οὕτως τ' ἂν ἀμφιλογίαν εἶχεν ὁ λόγος, ἐπεὶ μὴ Ἐμμανουήλ, ἀλλὰ «Ἰησοῦς τὸ ὄνομα κέκληται» τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ ἀγγέλου χρηματισμὸν φήσαντος πρὸς τὸν Ἰωσήφ· «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν». εἰ οὖν «Ἰησοῦς», ἀλλ' οὐχὶ Ἐμμανουὴλ τὸ ἐπώνυμον εἴληφεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ τῆς παρθένου γενόμενος κατὰ τὴν προφητείαν, πῶς ἂν ἐπηλήθευσεν τὸ λόγιον φῆσαν· καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ; διόπερ οὐκ εἴρηται μὲν οὕτως· οὐ γὰρ ἔμελλεν ὑπὸ πάντων ἀνθρώπων τούτῳ καλεῖσθαι τῷ προσρήματι, ἀκριβῶς δὲ ὁ προφητικὸς λόγος καὶ καλέσεις περιέχει. σὺ γάρ, ὁ οἶκος ∆αυίδ, δι' ὃν ταῦτα θεσπίζεται, σύνθημα σωτηρίας λαβὼν κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς πολεμίους συμβολῆς Ἐμμανουὴλ κάλει καὶ τῆς τῶν πολεμίων ἐλευθερίας ἐπιγράφου τοῦτον αἴτιον, ἐκ παρθένου μὲν γενησόμενόν ποτε, ἤδη δὲ θεὸν ὄντα καὶ μεθ' ἡμῶν ὄντα, ἐντεῦθέν τε ἤδη τὰ μεγάλα σοι πρὸς σωτηρίαν χαριούμενον. εἰ πιστεύων τῷ θείῳ προστάγματι, συνεχῶς αὐτὸν ἐπικαλοῖο βοηθὸν Ἐμμανουὴλ ὀνομάζων· τοιαύτης γὰρ ὥσπερ ἐπῳδῆς τινος χρεία σοι πρὸς τὸ μὴ δαίμοσιν βοηθοῖς προσέχειν, μόνον δὲ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι καὶ διὰ τούτου σῴζεσθαι. οὗτος δεῖν αὐτὸς ὁ ταῦτα διὰ τοῦ προφήτου χρηματίζων, καὶ ταῦτα μὴ νοήσαντές τινες ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀντὶ τοῦ καλέσεις «καὶ καλέσουσιν» πεποιήκασιν, οὐχ οὕτως ἐχούσης τῆς προφητικῆς λέξεως· ἥ τε γὰρ Ἑβραϊκὴ φωνή, ταύτῃ τε καταλλήλως ἅπαντες οἱ ἑρμηνευταὶ καὶ καλέσεις ἐκδεδώκασιν. ἀντὶ δὲ τοῦ· ἡ παρθένος, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς νεᾶνις ὠνόμασται. οὐδὲν δ' ἂν κωλύῃ καὶ νεᾶνιν λέγεσθαι τὴν παρθένον· εἰκὸς γὰρ μὴ ἀτελῆ παῖδα τὴν ἁγίαν παρθένον τὴν τὸν σωτῆρα κυήσασαν, νεᾶνιν δὲ τὴν ἡλικίαν καὶ τελείαν κόρην γεγονέναι. τοῦτο μὲν οὖν τὸ θαῦμα καιρῷ ... γενέσθαι θεσπίζει, πρὸς δὲ τὸν οἶκον ∆αυὶδ σωτῆρος καὶ βοηθοῦ χρείαν ἔχοντα ἀναγκαίως ἐλέγετο· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ἐπικαλοῦ τοίνυν αὐτὸν οὐ πόρρω ἑστῶτά φησι, διὰ παντὸς δὲ παρόντα καὶ συνόντα τοῖς ἐπικαλουμένοις αὐτόν. Εἰ δὲ θαυμάζεις θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τροφῇ νηπιώδῃ χρήσεται· οὐ γὰρ κατά τινα φαντασίαν ὀφθήσεται ἀνθρώποις, οὐδὲ τῷ δοκεῖν ἔσται τὸ γινόμενον, ἀλλ' ἀληθῶς τοιαύτην ὑπομενεῖ γένεσιν, ὡς κοινωνῆσαι νηπιώδῃ τροφῇ, βουτύρῳ λέγω καὶ μέλιτι ὁμοίως τοῖς λοιποῖς βρέφεσιν. τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ δὲ τῆς θεότητος αὐτοῦ παραστατικὸν ἐκεῖνο ἂν εἴη, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν. σημαίνει δὲ ὁ λόγος ὡς καὶ παρ' αὐτὴν τὴν γένεσιν διακριτικός τις ἦν καὶ ἀγαθῶν ποιητικὸς ὁ Ἐμμανουήλ, τὸ κριτικὸν ἐξ ἐκείνου κεκτημένος καὶ ἀποσειόμενος μὲν τὸ κακόν, μόνον δὲ τὸ ἀγαθὸν ἀποδεχόμενος· τοιαύτης γάρ φησιν ἔσται φύσεως καὶ ἐξ αὐτῆς γενέσεως. ἢ τὴν μέλλουσαν ἔσεσθαι τοῦ σωτῆρος ἡμῶν