1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

33

καθ' ὅλου κρίσιν τὸ ῥητὸν εἴπωμεν διαγράφειν, καθ' ἣν πάντα μὲν πονηρὸν ἄνδρα ἀποδοκιμάσει, μόνον δὲ τὸν ἀγαθὸν ὡς ἄξιον τῆς αὐτοῦ χάριτος ἀποδέξεται καὶ τοῦτο πράξει ἐξ αὐτῆς ἐκείνης τῆς νηπιώδους καταστάσεως καὶ ἐξ αὐτῆς γενέσεως. διὰ τοῦτο προσδοκᾶν ὀφείλεις σὺ αὐτός, ὁ Ἄχαζ, ἢ σύ, ὁ οἶκος ∆αυίδ, καὶ πάντες ὑμεῖς οἱ τοῦ βασιλικοῦ γένους, ὡς ἥξει καιρός, καθ' ὃν ἐπάξει ὁ θεὸς ἐφ' ὑμᾶς καὶ ἐπὶ τὸν λαὸν τὸν ὑμῖν ὑποχείριον καὶ ἐπὶ τὸν οἶκον τοῦ ὑμετέρου πατρός, δηλαδὴ τοῦ ∆αυίδ, ἡμέρας τινάς, ὁποίων οὐδεπώποτε πεῖραν εἰλήφατε. καὶ μάλιστα ἐξ οὗπερ οἱ τὴν Σαμάρειαν οἰκοῦντες εἰς ἑαυτοὺς περιέσπασαν τὴν Ἀσσυρίων ἔφοδον, ἀφελόντες μὲν αὐτὴν καὶ ἀποστήσαντες τῆς καθ' ὑμῶν ὁρμῆς, εἰς ἑαυτοὺς δὲ αὐτὴν ἐπισπασάμενοι· ὑπερβάλλοντες γὰρ δυσσεβείᾳ τοὺς τὴν Ἰερουσαλὴμ οἰκοῦντας πρῶτοι τῶν πολεμίων ἐπειράθησαν ἀποστήσαντες αὐτοὺς τῆς κατὰ τοῦ οἴκου ∆αυὶδ ὁρμῆς, ἐν δὲ τῷ σημανθέντι καιρῷ καὶ ταῖς ἐπαχθησομέναις ὑμῖν ἡμέραις. τίνα ποτὲ ἔσται, ἀκολούθως διδάσκει λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ καὶ τὰ ἑξῆς. 1.45 Σημαίνει δὲ διὰ τούτων ὁ λόγος Αἰγυπτίων ἀνδρῶν ἔφοδον, οὓς διὰ τὸ λύθροις καὶ αἵμασιν τοῖς κατὰ τὴν ἀκάθαρτον εἰδωλολατρίαν χαίρειν παραβάλλει μυίαις, οὕς φησιν ἥξειν ἐπὶ τὴν Ἰουδαίων χώραν οὐκ ἄνευ θεοῦ, νεύματι δὲ αὐτοῦ τοῦ κυρίου διεγείροντος καὶ ὥσπερ συρίγματι παρορμῶντος αὐτοὺς ἥκειν ἀπὸ τῆς Αἰγύπτου· καὶ οὐκ ἀπὸ πάσης ταύτης, ἀλλὰ ἐκ μέρους αὐτῆς. οὐ μόνον δὲ ταύταις ταῖς ἀποδοθείσαις Αἰγυπτιακαῖς μυίαις συριεῖν ὁ κύριος εἴρηται, ἀλλὰ καὶ τῇ μελίσσῃ τῇ κατοικούσῃ τὴν Ἀσσυρίων χώραν, δυνάμει δηλαδὴ πολεμικῇ, ἣν διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν μελίσσῃ ὁ λόγος ἀπείκασεν. καὶ ταύτας γοῦν φησι τὰς μελίσσας ἐπιτραπείσας μᾶλλον καὶ παρορμηθείσας ὑπὸ τοῦ συρίγματος τοῦ κυρίου ἐλεύσεσθαι ἀπὸ τῆς Ἀσσυρίων χώρας, εἶτ' ἐλθούσας ἀναπαύσασθαι ἐν ταῖς φάραγξιν τοῦ Ἰουδαίων ἔθνους καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ καὶ οὕτως λήψεσθαι πάσας τὰς πόλεις αὐτῶν. καὶ τὰς χώρας ταύτας οὖν τὰς ὑμετέρας προσήκει ὑμᾶς ἀγωνιᾶν, ὦ οὗτοι, πρὸς οὓς ὁ παρών μοι λόγος ἐστίν, καὶ τὴν τῶν εἰρημένων Αἰγυπτίων τε καὶ Ἀσσυρίων ἄφιξιν χρὴ προσδοκᾶν καὶ δεδιέναι, ἀλλὰ μὴ τοὺς δύο τούτους βασιλεῖς, λέγω δὲ τὸν τῆς Σαμαρείας καὶ τὸν τῆς ∆αμασκοῦ· «δαλοὶ» γὰρ «οὗτοι καπνιζόμενοι» καὶ μὴ κατέχοντες πῦρ διὰ τὸ ἐσβέσθαι αὐτῶν τὴν δύναμιν. ἡ μὲν οὖν προφητεία αὕτη πρὸς λέξιν δὲ καὶ πρὸς ἱστορίαν ἐπληροῦτο κατὰ τοὺς χρόνους τῆς πρώτης πολιορκίας τῆς Ἰερουσαλὴμ τῆς ὑπὸ Βαβυλωνίων γενομένης, καθ' οὓς Αἰγύπτιοι μὲν οἱ καλούμενοι μυῖαι, ὅτε τούτων βασιλεὺς Φαραὼ Νεχαὼ ἐπελθὼν τῇ Ἰουδαίων χώρᾳ τὸν Ἰωσίαν βασιλέα τῆς Ἰερουσαλὴθεοφιλῆ ἄνδρα ἀναιρεῖ. εἶτα οὐκ εἰς μακρὸν ὁ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορ σὺν μεγάλῃ στρατιᾶς δυνάμει ἐπελθών, τήν τε πόλιν αὐτῶν ἐκ βάθρων εἷλεν καὶ τὸν νεὼν ἐπυρπόλησεν, τὸ δὲ πᾶν ἔθνος ἐξανδραποδισάμενος καὶ τὰς λοιπὰς δῃώσας πόλεις, Ἀσσυρίους οἰκήτορας τῆς Ἰουδαίων χώρας κατέστησεν. τηνικαῦτα γοῦν ἐπληροῦτο τὰ μετὰ χεῖρας θεσπίσματα, ὁπηνίκα αἱ πολεμικαὶ μέλισσαι ἐκ τῆς Ἀσσυρίων χώρας μετοικισθεῖσαι εἰς ἔσχατα ἐρημίας τὴν Ἰουδαίων χώραν περιελθοῦσαν κατῴκησαν νάπας καὶ φάραγγας καὶ σπήλαια καταλαβοῦσαι τῷ τὰς πόλεις δεδῃῶσθαι τούτοις ἑξῆς ἐπιλέγεται. 1.46 Ἐπειδὴ τὰ συμβησόμενα τῇ Ἰουδαίων χώρᾳ προεφώνησεν ὁ λόγος καὶ ὡς τὸ πᾶν ἔθνος αὐτῶν κατὰ τὰς θεσπισθείσας ἡμέρας, ἃς ἐπάξειν αὐτοῖς εἴρηται, ὥς ποτε μὲν ταῖς Αἰγυπτιακαῖς μυίαις παραδοθήσεσθαι, ὡς ὑπὸ χειρὶ γενέσθαι τῷ Αἰγυπτίων βασιλεῖ τὸν εὐσεβέστατον Ἰωσίαν, ποτὲ δὲ ταῖς Ἀσσυρίων μελίσσαις αἱ πάσης τῆς Ἰουδαϊκῆς χώρας κατακρατήσασαι τὰς ἐρήμους αὐτῶν καὶ τὰς φάραγγας καὶ τὰ σπήλαια καὶ