34
πᾶν ξύλον καθέξουσιν, ἐνταῦθά τε ἐπὶ σχολῆς καὶ ἀφόβως σὺν ἀμεριμνίᾳ τῇ πάσῃ ἀναπαύσονται. ἀκολούθως μετὰ τὴν τούτων πρόρρησιν τῆς Ἀσσυρίων καὶ Χαλδαίων ἀρχῆς τὴν καθαίρεσιν διὰ τῶν προκειμένων φωνῶν θεσπίζει. παρέτειναν μὲν γὰρ Ἀσσύριοι κρατοῦντες τῆς Ἀσίας, πάσης Αἰγύπτου τε καὶ Λιβύης καὶ τῶν πλειστῶν μερῶν τοῦ παντὸς ἐφ' ὅλοις ἔτεσιν χιλίοις που καὶ τριακοσίοις. μεγάλη τε ἦν καὶ ἄμαχος ἡ τούτων δυναστεία, οὐ πρότερόν τε αὕτη πέπαυτο καταλυθεῖσα ἢ «πολιορκῆσαι» τὰ Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ νεὼν «ἐμπρῆσαι», τά τε ἅγια σκεύη καὶ πάντα τὰ ἐν τῷ ἱερῷ ἀναθήματα ἀπαγαγεῖν εἰς Βαβυλῶνα καὶ ἀναθεῖναι τοῖς ἑαυτῶν εἰδώλοις· τούτων γὰρ πραχθέντων οὐκ εἰς μακρὸν Μῆδοι μὲν τὴν Ἀσσυρίων καθαιροῦσιν ἀρχήν. Περσῶν δὲ πρῶτος βασιλεύει Κῦρος, ὁ καὶ τοῖς αἰχμαλώτοις τῶν Ἰουδαίων ἐλευθερίαν χαρισάμενος, συγχωρήσας τε τοῖς ἐθέλουσιν αὐτῶν ἐπάνοδον ἐπὶ τὴν Ἰουδαίων γῆν ποιήσασθαι καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀνοικοδομεῖν, ὁ καὶ τὰ ἀναθήματα καὶ τὰ ἱερατικὰ σκεύη τὰ πάλαι ληφθέντα ἀποδοὺς καὶ ἀνατεθῆναι κελεύσας ἐν τῷ κατασκευαζομένῳ ἱερῷ. ἀλλὰ τούτων οὕτως ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποτελεσθέντων τὸ προφητικὸν πνεῦμα διὰ Ἠσαΐου προλαμβάνον τῶν μελλόντων ἔσεσθαι τὴν πρόγνωσιν θεσπίζει διὰ τῶν μετὰ χεῖρας, τί συμβήσεται τῇ Ἀσσυρίων ἀρχῇ μετὰ τὴν ἔφοδον, ἣν ποιήσονται αἱ προλεχθεῖσαι μέλισσαι ἐκ τῆς αὐτῶν χώρας ἐπιβᾶσαι τῇ Ἰουδαίων γῇ. διό φησιν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμισθωμένῳ τοῦ βασιλέως Ἀσσυρίων, οὐ τὴν κεφαλὴν μόνον τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκουμένης ἐκράτουν Ἀσσύριοι, ἀλλὰ καὶ τὰς τρίχας τῶν ποδῶν, δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, καὶ τὸν πώγωνα, τοῦτ' ἔστιν τὸν κατὰ φύσιν ἀνθρώποις πρέποντα κόσμον. ξυρὸν δὲ μεμισθωμένον ὑπὸ τοῦ κυρίου ὁ προφητικὸς ἀπεκάλεσε λόγος στερρόν τι πολεμίων γένος, δι' οὗ τὸν βασιλέα τῶν Ἀσσυρίων, δηλαδὴ τὴν πᾶσαν αὐτῶν βασιλείαν τε καὶ δυναστείαν ξυρήσειν ἔφη θεόν, ὡς ταπεινὴν αὐτὴν καὶ ἄνανδρον καὶ ἄκοσμον καὶ ἀσχήμονα ἀποδειχθῆναι. ὃ δὴ καὶ αὐτὸ τέλους τετύχηκεν νεύματι θεοῦ καὶ κρίσει Μήδων ἐπελθόντων καὶ τὴν Ἀσσυρίων καταλυσάντων ἀρχὴν καὶ διαλαβόντων Περσῶν τὴν καθ' ὅλης τῆς Ἀσίας κράτησιν. 1.47 Πτωχείαν καὶ πενίαν ὑπερβάλλουσαν αἰνίττεται διὰ τούτων ὁ λόγος, ἀλλὰ καὶ ἔνδειαν καὶ σπάνιν τῆς ἀπὸ σίτου τροφῆς· τὸ γὰρ μὴ βοῶν ἀγέλας, μίαν δὲ μόνην δάμαλιν κεκτῆσθαι ἄνθρωπον, καὶ τὸ μὴ ποίμνια προβάτων, δύο δὲ μόνα πρόβατα τρέφειν, τῆς ἐσχάτης ἂν γένοιτο ἀπορίας σύμβολον, ἀλλὰ καὶ τὸ βουτύρῳ τρέφεσθαι καὶ μέλιτι πάντα τὸν καταλειφθέντα ἐπὶ τῆς γῆς λιμὸν ἄρτου παρίστησιν. ὃ δὴ σαφέστερον ὁ λόγος δηλοῖ συνάπτων ἑξῆς καὶ λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιοι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν, καὶ αὖθις· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· οὐκοῦν διὰ τὸ χέρσον εἶναι τὴν γῆν καὶ ἀκάνθαις πλήρη, σῖτον μὲν οὐχ ἕξει· οὐδὲ τραφήσεται τῇ κατὰ φύσιν ἀνθρώποις τροφῇ ὁ περιλειφθείς, ἀλλ' οὐδὲ οἴνῳ χρήσεται, γάλακτι δὲ καὶ βουτύρῳ καὶ μέλιτι· καὶ τούτοις οὐκ ἀπὸ πλήθους ἀγέλης βοῶν, οὐδὲ ἀπὸ ποιμνίων προβάτων συναγομένοις, ἀλλ' ἐξ εὐτελῶν καὶ οἰκτρῶν ζῴων. ὁ μὲν γάρ τις ἀπὸ μιᾶς δαμάλεως, ὁ δὲ ἀπὸ δύο προβάτων ποιήσαιτο ταῦτα. ... διὰ τούτων τὰ ἐπὶ τῆς Βαβυλωνίων αἰχμαλωσίας συμβεβηκότα κατὰ ἐπανάληψιν θεσπίζειν τὸ τηνικαῦτα γὰρ τὸ παντὸς ἔθνους μετοικισθέντος βραχεῖ ... λελεῖφθαι ἐν τῷ τόπῳ ἡ ἱστορία παρίστησιν λέγουσα· «καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γῆν Βενιαμίν». καὶ μετὰ βραχέα ... «καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ Ἰουδαίᾳ, οὓς κατέλιπεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ' αὐτῶν τὸν Γοδολίαν». καὶ ἐπιλέγει· «καὶ ὤμοσεν Γοδολίας τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ καὶ