35
εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε πάροδον Χαλδαίων. καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν». τούτων αὐτῶν οἱ μὲν τὸν παρόντα λόγον κατὰ πρόγνωσιν μνήμην ποιεῖσθαι τὸ πτωχὸν καὶ τὸ ἐνδεὲς αὐτῶν αἰνιττόμενον ἐν τῷ λέγειν· βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς· ὁ γὰρ καταλειφθεὶς ἐπὶ τῆς γῆς οὗτος ἦν ὁ μετὰ τοῦ Γοδολίου λαός, ὃν δι' ἀπορίαν τῆς ἀπὸ σίτου τροφῆς ἐκ βραχυτάτων θρεμμάτων γάλακτι καὶ βουτύρῳ τραφήσεσθαι προαγορεύει τῆς χώρας ἁπάσης εἰς χέρσον καὶ ἄκανθαν δι' ἀνδρῶν ἐρημίαν μεταβληθείσης. μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καὶ τὴν ἐκεῖθεν ἐπάνοδον ἐν ἐσχάτῃ γεγόνασιν πτωχείᾳ θεοῦ Ἰουδαῖοι· ἐκλελοιπότων μὲν αὐτοῖς μετὰ ταῦτα τῶν προφητῶν, μηδενὸς δὲ μνήμης ἀξίου παρ' αὐτοῖς γενομένου μετὰ τὴν τοῦ Ἐζρὰ γραφήν, ἀλλὰ καὶ τῆς βασιλείας αὐτῆς καταλυθείσης, οὐκέτ' οὐδεὶς τοῦ οἴκου ∆αυὶδ παρ' αὐτοῖς ἦρξεν, οὐδέ τις «ἐν θεῷ πλουτῶν» ἐν αὐτοῖς διέλαμψεν. ἀλλ' εἰ καὶ γένοιτό φησί τις ἐν αὐτοῖς λογικὸς ἀνὴρ ἀνθρώπου ἄξιος προσηγορίας, καὶ οὗτος σπανίως εὕροι ἂν ἐν αὐτοῖς μίαν δάμαλιν ἢ δύο πρόβατα τῷ πᾶσαν αὐτῷ ἠρημῶσθαι τῆς ψυχῆς τὴν χώραν, ὃς οὐδὲν πλέον ἕξει ἐκ τῶν εἰρημένων θρεμμάτων ὁ δηλωθεὶς ἄνθρωπος κτήσασθαι ἢ τὴν νηπιώδη τροφὴν γάλα καὶ βούτυρον καὶ μέλι ὡς ταῦτα καρποῦσθαι τὸν περιλειφθέντα ἐν αὐτοῖς ἄνθρωπον· πάλιν δὲ καὶ ἐν τούτοις ὁ περιλειφθεὶς αὐτοῖς τίς ἂν εἴη, ἀλλ' εἷς που σπάνιος καὶ ἐκ τῆς τῶν πολλῶν ἀπωλείας διασωθεὶς καὶ τὸν λογικὸν φυλάξας χαρακτῆρα, ὃς καὶ αὐτὸς διὰ τῆς Ἰουδαϊκῆς διδασκαλίας εἴποτε μαθητεύσας ἐν αὐτῇ ἕνα ἢ δεύτερον κτήσοιτο γνώριμον ὥσπερ τινὰ δάμαλιν βοῶν καὶ δύο πρόβατα, ἥμερα μὲν καὶ καθαρὰ ζῷα. πλὴν ὅμως καὶ ταῦτα σπανίως εὑρήσει τῷ τοὺς λοιποὺς ἅπαντας λύκους ἢ κύνας ἢ θῆρας ἀγρίους ἢ ἑρπετὰ ἰοβόλα γενήσεσθαι. διὸ μίαν που δάμαλιν ἢ δύο πρόβατα σπανίως εὑρὼν οὗτος ὁ ἐν αὐτοῖς περιλειφθεὶς ἄνθρωπος ταῦτα θρέψει, καρπόν τε ἐξ αὐτῶν λήψεται οὐ στερεὸν οὐδὲ πρὸς ἀνδρῶν ἐντελῶν τροφὴν ἐπιτήδειον, γαλακτώδη δέ τινα καὶ νηπίοις κατάλληλον τῷ μὴ δύνασθαι αὐτοὺς παρέχειν τούτων κρείττους διὰ νηπιότητα φρενῶν. σπανίως δέ που τὴν δάμαλιν καὶ τὰ δύο πρόβατα καὶ οὗτος ἔτρεφεν διὰ τὴν καταλαβοῦσαν τὰς ψυχὰς τοῦ πλήθους αὐτῶν ἐρημίαν, ἣν ὁ λόγος παρίστη φάσκων· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πάλιν· οὗ ἐὰν ὦσιν χίλιοι ἄμπελοι εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. ἃ δὴ πεπόνθασιν διὰ τοὺς πεπολιορκηκότας αὐτῶν τὴν ψυχὴν ἀοράτους πολεμίους, περὶ ὧν ἑξῆς λέλεκται· μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. οὐ μόνον δὲ πᾶσα ἡ γῆ αὐτῶν χέρσος ἔσται καὶ ἄκανθα, ἀλλὰ καὶ πᾶν ὄρος τὸ πάλαι ἀροτριώμενον, ἐν ᾧ οὐκ ἦν προσδοκῆσαι φόβον διὰ τὸ ὑψηλὸν καὶ μετέωρον τῆς ἐν αὐτῷ χώρας. καὶ αὐτὸ ἔσται χέρσος ὡς ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης μηδένα μὲν προφέρειν ἀναγκαῖον ἀνθρώποις εἰς βρῶσιν καρπόν, ἄχρηστον δὲ ὕλην εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοὸς ἐπιτηδείαν. 1.48 Συντελέσας ὁ λόγος τὰ γενησόμενα ἐν ταῖς καταλεχθείσαις ἡμέραις, περὶ ὧν ἐλέγετο· «ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν», ἐπαναλαμβάνει τὴν διάνοιαν τὴν περὶ τῆς γενέσεως τοῦ Ἐμμανουήλ, περὶ οὗ τῷ οἴκῳ ∆αυὶδ παρεκελεύετο ἀντὶ ἐπῳδῆς τὸ τοῦ Ἐμμανουὴλ ἐπικαλεῖσθαι ὄνομα, θαρσοῦντας καὶ πιστεύοντας δι' αὐτοῦ σωθήσεσθαι ἀπὸ τῶν ἐπικειμένων αὐτοῖς «δύο βασιλέων», ἐπαναλαμβάνει δὲ ἀναγκαίως, ἐπειδὴ γὰρ ἐδίδαξεν τὸν Ἐμμανουὴλ ξένην τινὰ καὶ ἀλλοτρίαν τῆς θνητῆς φύσεως ἕξειν γένεσιν· μὴ ἐξ ἀνδρὸς γὰρ καὶ γυναικός, ἀλλ' ἐξ ἀδιαφθόρου «νεάνιδος» καὶ ἐξ ἀπειρογάμου «παρθένου» τεχθήσεσθαι, σφόδρα ἀναγκαίως ἐν τούτοις αὐτὸς ὁ κύριος, οὐκέτι τῷ Ἄχαζ οὐδὲ τῷ οἴκῳ Ἰούδα, ἀλλ' αὐτῷ μόνῳ τῷ προφήτῃ τὸ