36
μυστήριον ἀνακαλύπτει τῆς ἀπορρήτου γενέσεως τοῦ Ἐμμανουήλ, καί πως «ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν». ὃ δὴ διασαφῶν αὐτὸς ὁ κύριός φησιν· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. ἵνα δὲ ταῦτα μὴ εἰς τὰς πάντων ἀκοὰς τῶν τότε χωρήσῃ, φυλαχθείη δὲ ἐν ἀπορρήτῳ γραφῇ, παρακελεύεται τῷ προφήτῃ λαβεῖν τόμον καινὸν καὶ μέγαν, ἢ τεῦχος ἢ διφθέρωμα ἢ κεφαλίδα κατὰ τοὺς λοιπούς, γράψαι τε ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦτ' ἔστιν τῇ συνήθει καὶ γνωριζομένῃ ἀνθρώποις γραφῇ· εἶναι γὰρ ἄλλην θεοῦ γραφήν, οὐ γραφίδι ἀνθρώπου γραφομένην, ἀλλὰ δυνάμει τοῦ θεοῦ λόγου τοὺς ἀξίους «ἀπογραφομένου ἐν βίβλῳ ζώντων», νυνὶ δὲ γραφίδι ἀνθρώπου τῷ προφήτῃ προστάττει γράψαι ἐν αὐτῷ ὑπὲρ τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. αὐτὸς γοῦν ἦν ὁ καὶ πάλαι «ἰσχυρὸν» τὸν διάβολον «καταδήσας καὶ τὰ σκῦλα αὐτοῦ διαρπάσας». διὰ τῆς τοῦ Ἐμμανουὴλ δυνάμεως ἤδη γὰρ πλησίον ἐγγίζειν καὶ παρεῖναι τὸν καιρόν, ἐν ᾧ σκυλευθήσονται οἱ προλεχθέντες «δύο βασιλεῖς», ὅ τε τῆς ∆αμασκοῦ καὶ ὁ τῆς Σαμαρείας ἐπιθεμένου αὐτοῖς τοῦ τῶν Ἀσσυρίων βασιλέως διὰ τῆς τοῦ Ἐμμανουὴλ ἀπορρήτου προσηγορίας. ἐγγράψαι δὲ τῷ προφήτῃ κελεύει ἐπὶ τοῦ τόμου τοῦ καινοῦ καὶ μεγάλου τὰ μέλλοντα ῥηθήσεσθαι καὶ τοῦτο πράξαι ἐπὶ μαρτύρων δύο ἀνδρῶν, ἑνὸς μὲν ἱερέως, θατέρου δὲ προφήτου. μέμνηται δὲ τοῦ ἱερέως Οὐρίου ἡ ἱστορία ὡς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου ἱερωμένου τῷ θεῷ, μέμνηται δὲ καὶ τοῦ Ζαχαρίου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως γενομένου· λέγει γοῦν ἡ γραφὴ τῶν Παραλειπομένων· «καὶ ἦν Ἑζεκίας ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ κυρίου». τούτους τοιγαροῦν τοὺς δύο ἄνδρας μάρτυράς μοί φησι ποίησον λαβὼν τὸν καινὸν τόμον καὶ μέλλων εἰς αὐτὸν γράφειν γραφίδι ἀνθρώπου, παρόντων δὲ τῶν μαρτύρων τῶν ἐν ἐμοὶ μαρτυρούντων. ἐντεῦθεν ἤδη γράφε ταῦτα τὰ ῥήματα ἐν τῷ λεχθέντι τόμῳ· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. λέγει δὲ ταῦτα ὁ χρηματίζων κύριος· ἐπιμελῶς γὰρ προσεκτέον τῇ λέξει τῆς γραφῆς πάσης· καὶ εἶπεν κύριος πρός με ἐξ αὐτοῦ τε τοῦ προσώπου συναπτούσῃ τό· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. ἃ δὴ τῷ καινῷ τόμῳ ἐγγράψαι τῷ προφήτῃ ὁ χρηματίζων προσέταττεν, ἐπειδὴ γὰρ εἴρητο ἀνωτέρῳ τό· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν» καὶ τὰ ἑξῆς, νῦν ἀναγκαίως ἐπὶ τοῦ παρόντος, πῶς ἂν γένοιτο τοῦτο διασαφεῖ λέγων αὐτὸς ὁ κύριος· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, ἀντὶ τοῦ· αὐτὸς ἐγὼ προσελεύσομαι τῇ προφήτιδι. προφῆτιν δὲ ὀνομάζει «τὴν παρθένον» διὰ τὸ πνεύματος ἁγίου μετασχεῖν κατὰ τὸν φήσαντα πρὸς αὐτήν· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι». αὕτη τοίνυν «ἡ δύναμις τοῦ ὑψίστου» ἡ διὰ τῆς προφητείας λέγουσα· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, τὰ μέλλοντα ὡς ἤδη γεγονότα διεξέρχεται κατά τινα προφητικὴν συνήθειαν. ἐγὼ αὐτὸς προσελεύσομαι τῇ προφήτιδι, ὦ προφῆτα, καὶ οὕτως ἐν γαστρὶ λαβοῦσα τέξεται υἱόν. τοῦτον δὲ αὐτὸν σύ, ὦ προφῆτα, ἐντεῦθεν ἤδη ὀνόμαζε· Ταχέως σκύλευσον, ὀξέως προνόμευσον, ἐπεὶ καὶ πρὸ τῆς κατὰ σάρκα αὐτοῦ γενέσεως παντελῆ καθαίρεσιν ἐργάσεται ταῖς δυσὶ βασιλείαις ταύταις ταῖς νῦν ἐπικειμέναις τῷ οἴκῳ ∆αυίδ· λήψεται γὰρ δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας σκυλεύσει. καὶ τοῦτο πράξει διὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, ταῦτα δὲ ἐπὶ μόνων τῶν δηλωθέντων λέγε τε μαρτύρων καὶ γραφὴν παραδίδου, ὡς ἂν φυλάττοιτο καὶ εἰς τοὺς μετὰ ταῦτα χρόνους, ἐπειδὴ μέλλει καὶ ἡ καινὴ διαθήκη τὰ τῶν προφητευομένων ἀποτελέσματα περιέξειν. 1.49 Ἔτι καὶ ταῦτα περὶ τῆς αὐτῆς ὑποθέσεως προφητεύεται, διὸ εἴρηται· καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι· πρὸς γὰρ τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα τῷ προφήτῃ, ἀλλ' οὐ τῷ παντὶ λαῷ λέγει