37
διδάσκων, ὅτι μὴ ἔπραττεν ὁ λαὸς τὸ κεκελευσμένον· ὁ προσταχθεὶς γὰρ «μὴ φοβεῖσθαι» «ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων», μηδ' ἀγωνιᾶν «τοὺς δύο βασιλεῖς» τοὺς προδηλωθέντας, μόνον δ' ἐπικαλεῖσθαι τὸν Ἐμμανουὴλ πιστεύοντας τῷ τοῦ θεοῦ προστάγματι, τοῦτο πράττειν οὐκ ἐβούλετο, ἠγάπα δὲ μᾶλλον δουλεύειν τοῖς προλεχθεῖσι βασιλεῦσι, καὶ ταῦτα πολεμίοις οὖσιν ἢ πιστεύειν τῷ θεῷ καὶ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι. διὸ λέλεκται τῷ προφήτῃ· ∆ιὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ. τί δὲ τοῦτο ἦν τὸ ὕδωρ τοῦ Σιλωάμ, ἀλλ' ἢ ὁ ἐπηγγελμένος αὐτοῖς Ἐμμανουήλ, «πηγὴ» τυγχάνων «ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ πηγὴ ὕδατος πορευομένου ἡσυχῇ· ἔτι γὰρ τότε λανθανόντως καὶ ἡσύχως συνεπορεύετο τῷ λαῷ, ἀρδεύειν αὐτῷ καὶ ἐπισκοπεῖν βουλόμενος τὰς ψυχάς, καὶ μηδέπω «κηρυττόμενος εἰς πάντα τὰ ἔθνη». διὸ καὶ κέκληται προσφυῶς ὕδωρ τὸ πορευόμενον ἡσυχῇ καὶ πηγὴ «τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος». ὁ δὲ ἐνταῦθα κατηγορούμενος ὑπὸ τοῦ κυρίου λαὸς οὐ βουληθεὶς πιστεῦσαι τῷ προστάγματι καὶ τὸν Ἐμμανουὴλ καλεῖν, ὃς ἦν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἔρημος αὐτοῦ γίνεται. Ἐπεὶ τοίνυν ἄπιστοι ὄντες, ἠγάπων μᾶλλον ὑποτάττειν ἑαυτοὺς τῷ βασιλεῖ τῆς ∆αμασκοῦ καὶ τῷ βασιλεῖ τῆς Σαμαρείας πολεμίοις οὖσιν ἢ πράττειν τὰ κεκελευσμένα· τούτου χάριν ἀπειλεῖ ὁ λόγος μὴ ἐκείνοις αὐτοὺς ὑποχειρίους ἔσεσθαι, ἀλλὰ τῷ τῶν Ἀσσυρίων βασιλεῖ, ὃν καὶ ὕδωρ τοῦ ποταμοῦ ἰσχυρὸν καὶ πολὺ ὀνομάζει, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ πορευομένου ἡσυχῇ, τὸ ὕδωρ ἀντέθηκε τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ· ἦν δὲ οὗτος ὁ βασιλεὺς τῶν Ἀσσυρίων. διό φησι καὶ τὴν ...... Ἰουδαίαν ἀναβήσεσθαι καὶ περιπατήσειν ἐπὶ πᾶν τεῖχος αὐτῶν καὶ ἀφελεῖν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, ὡς μηκέτι κεφαλὴν αὐτοὺς ἔχειν τοῦ λοιποῦ, τοῦτ' ἔστιν ἄρχοντας καὶ βασιλέας. τοσοῦτον δὲ πλῆθος ἥξειν τῶν πολεμίων θεσπίζει ὡς πᾶν τὸ πλάτος τῆς Ἰουδαϊκῆς χώρας πληρώσειν, ὅπερ δι' ἔργων ἐχώρει κατὰ τὴν ἱστορίαν ἐπὶ τῶν Ἰερεμίου τοῦ προφήτου χρόνων, καθ' οὓς ἐπιστὰς Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς τέλος ἐπῆγε τοῖς προηγορευμένοις. 1.50 Καὶ ταῦτα τῆς περὶ τοῦ Ἐμμανουὴλ ἤρτηται ὑποθέσεως· ἄρχεται γοῦν ἀπὸ τοῦ Ἐμμανουήλ, ὅπερ ἐστὶ μεθ' ἡμῶν ὁ θεός. ἡ γοῦν Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ μεθ' ἡμῶν ὁ θεός, Ἐμμανουὴλ περιέχει, καὶ αὖθις πρὸς τῷ τέλει ἐν τῷ λέγεσθαι· καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ θεός, πάλιν Ἐμμανουὴλ εἴρηται. διελέγξας τοίνυν ὁ προφήτης τοὺς δηλωθέντας, ὅτι μὴ ἐβουλήθησαν, ἐπικαλεσάμενοι τὸν Ἐμμανουήλ, κρείττους γενέσθαι τῶν πολεμίων, αὐτὸς ἐπικαλεῖται τὸν Ἐμμανουὴλ ἀλλότριον ἑαυτὸν καθιστὰς τῶν προκατηγορηθέντων, οἷς καὶ τὴν ἔφοδον τῶν Ἀσσυρίων ἠπείλησε. τοῖς μὲν οὖν ἀπίστοις τὰ προλεχθέντα ἠπείλησεν, αὐτὸς δὲ ὁ προφήτης ἀνακαλεῖται τὸν Ἐμμανουὴλ ἐξ ἰδίου προσώπου καὶ τῶν αὐτῷ παραπλησίων λέγων· μεθ' ἡμῶν ὁ θεός. εἶτ' ἐπιστρέφει τὴν διάνοιαν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τούτοις ἐπιγνῶναι τὸν Ἐμμανουὴλ παρακελεύεται λέγων· γνῶτε ἔθνη. τί δὲ γνῶτε ἔθνη; αὐτὸν τὸν Ἐμμανουήλ· ὁ γὰρ ἐκ περιτομῆς «λαὸς οὔτε ἔγνω αὐτὸν οὔτε συνῆκεν» οὔτε πιστεῦσαι ἐβουλήθη τῇ προφητείᾳ, ἀλλ' οὐδὲ ἡττήθη οὐδὲ ὑπετάγη τῷ προστάγματι. ὑμεῖς δὲ τὰ ἔθνη γνῶσιν ἀναλάβετε τοῦ προφητευομένου καὶ συνέντες αὐτόν, μὴ τολμᾶτε ἀνθίστασθαι, νικᾶσθε δὲ ἡττώμενοι. ἐπακούσατε τοῦ προστάγματος πάντες ὑμεῖς οἱ μέχρι ἐσχάτου τῆς γῆς οἰκοῦντες· οἵ τε ἐν ὑμῖν ἰσχυροὶ καὶ δυνατοί, παραχωρεῖτε τῷ λόγῳ νικώμενοι καὶ ἡττώμενοι. καὶ τοῦτο πράξατε προθύμως εἰδότες, ὅτι κἂν μὴ ἐθελήσητε ἄκοντες ἡττηθήσεσθε. εἰ δὲ ἀνθιστάμενοι τῇ τοῦ θεοῦ κλήσει μηχανάς τινας καὶ ἐπιβουλὰς τυρεύοιτε κατὰ τοῦ καλοῦντος ὑμᾶς λόγου,