1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

38

μάταια πονοῦντες ἐλεγχθήσεσθε. πᾶσαν γὰρ ὑμῶν τὴν βουλὴν ἣν ἂν βουλεύσησθε, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε ἀπειλοῦντές τινα πράξειν ἐναντία τῷ Ἐμμανουὴλ οὐ μὴ ἐμμείνῃ ὑμῖν. καὶ ταῦτά φαμεν, ἐπεὶ μεθ' ἡμῶν ἐστιν ὁ Ἐμμανουήλ. ταῦτα μὲν οὖν πρὸς τὰ ἔθνη ἐκ προσώπου τῶν προφητῶν λέλεκται, μεταβαλὼν δὲ πάλιν ὁ λόγος περὶ τῶν μηδέπω βουληθέντων τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι τάδε φησίν. 1.51 Προσφωνήσας ὁ λόγος τοῖς ἔθνεσιν ἐπιγνῶναι τὸν Ἐμμανουὴλ μεταβαίνει ἐπὶ τὸν Ἰουδαίων λαόν, ἐλέγχων αὐτὸν ὡς ἀπειθοῦντα τῇ ἰσχυρᾷ χειρί· καλούμενοι γὰρ ὑπ' αὐτῆς, δέον ὑπακούειν, οἱ δὲ ἠπείθουν καὶ ἀντέλεγον. διό φησιν· Οὕτως λέγει κύριος τοῖς ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρὶ καὶ τοῖς βαδίζουσιν οὐ τὴν ὁδὸν τὴν εὐθεῖαν καὶ «βασιλικὴν» τῷ θεῷ φίλην, ἀλλὰ τὴν πορείαν τῆς ὁδοῦ τοῦ λαοῦ τούτου· μὴ εἴπητέ φησι σκληρὸν εἶναι τὸν λόγον τὸν περὶ τοῦ ἀποστῆναι δεῖν ἀπὸ τῆς πορείας τοῦ λαοῦ τούτου· ὁ γὰρ λαὸς οὗτος σκληρὸν αὐτὸν νομίζει, ὑμεῖς δὲ οἱ ἀποστάντες τῆς πορείας τοῦ λαοῦ τούτου, μὴ λέγετε τοῦτο εἶναι σκληρόν. εἰ δὲ ἐπιβουλεύοιεν ὑμῖν ὡς ἀποστάταις οἱ τοῦ λαοῦ τοῦ ἀπίστου, ἀλλ' ὑμεῖς τὸν φόβον αὐτοῦ μὴ φοβηθῆτε μηδὲ ταράττεσθε ὑπ' αὐτῶν ἐλαυνόμενοι καὶ διωκόμενοι, μόνον δὲ τὸν κύριον τῶν δυνάμεων ἁγιάζοντες ἐπιγράφεσθε ἑαυτῶν φόβον· «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου». καὶ διὰ τούτου πᾶς ὁ ἐξ ἀνθρώπων ἀπελαύνεται φόβος. Ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· τάδε φησὶ εἶπε κύριος πρός με ὡς ἐν κράτει τῆς χειρὸς καὶ ἀπέστησέ με μὴ πορεύεσθαι τῇ ὁδῷ τοῦ λαοῦ τούτου λέγων· οὐκ ἐρεῖτε ἄνταρσις εἰς πᾶν ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος ἄνταρσις. ὃ δὲ λέγει τοιοῦτόν ἐστι τῇ ἑαυτοῦ χειρὶ ὁ κύριος ἐπιλαβόμενος ἀπέστησε καὶ ἀφώρισε τὸν ἑαυτοῦ προφήτην, ἐμὲ τοῦ μὴ τὴν αὐτὴν ὁδὸν βαδίζειν τῷ ἀπίστῳ τούτῳ λαῷ τῷ μὴ βουληθέντι τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι. ἀπέστησε δέ με λέγων· οὐκ ἐρεῖτε ἄνταρσις· οὗτοι μὲν γὰρ οἱ τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι παραιτησάμενοι ἄνταρσιν ἡγοῦνται τὴν ὑμετέραν ἐξ αὐτῶν ἀναχώρησιν, ὑμεῖς δὲ οὐκ ἐρεῖτε τοῦτο. Εἰ δὲ μόνον αὐτὸν ἔχοις σεαυτοῦ φόβον, εἴης τε πεποιθὼς ἐπ' αὐτῷ, θάρσει, εὖ εἰδώς, ὅτι ἔσται σοι εἰς ἁγίασμα, ὡς μηκέτι δεῖσθαι τοῦ σωματικοῦ ἁγιάσματος. ἁγίασμα δὲ ἐκαλεῖτο παρ' Ἑβραίοις ὁ πάλαι συνεστὼς παρ' αὐτοῖς νεὼς καὶ τούτου τὰ ἐνδοτάτω. ἔσται τοίνυν σοι τῷ ἐλαυνομένῳ μὲν ὑπ' ἐκείνων, πεποιθότι δὲ ἐπὶ τὸν κύριον ἁγίασμα, οὐχ ὁ σωματικὸς ναός, ἀλλ' αὐτὸς ὁ κύριος ἁγιάζων σε, ἐὰν πεποιθὼς ᾖς ἐπ' αὐτόν. διὸ μηδὲν φοβούμενος τὸν λαὸν τοῦτον, ἀναχώρει αὐτοῦ, πίστευε δὲ καὶ θάρσει τῷ σῷ φόβῳ· ἕξεις γὰρ αὐτὸν ἁγίασμα, οὐχὶ δὲ ὡς λίθῳ προσκόμματος προσκόψεις ἐν αὐτῷ οὐδὲ συναντήσεις αὐτῷ ὡς πέτρας πτώματι· τοιοῦτος γὰρ ἔσται τῷ οἴκῳ Ἰακὼβ διὰ τὴν ἀπιστίαν αὐτῶν· ὡς γὰρ ἐν παγίδι καὶ ἐν κοιλάσματι οἰκοῦντες οἱ ἐν Ἰερουσαλὴμ διὰ τὸ «ἀπειθεῖν» «τῇ ἰσχυρᾷ χειρὶ» τοῦ κυρίου ἔσχον αὐτὸν λίθον προσκόμματος καὶ πέτραν πτώσεως, μὴ ὄντα τῇ φύσει τοιοῦτον· τοῖς γὰρ πιστεύουσιν εἰς αὐτὸν ἁγίασμα τυγχάνει. ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ὀνομάζει. καὶ τοιοῦτον μὲν ἔσεσθαι αὐτόν φησι τοῖς καθημένοις ἐν Ἰερουσαλὴμ καὶ τοῖς δυσὶν οἴκοις Ἰσραήλ, τοῖς δὲ εἰς αὐτὸν πεπιστευκόσιν ἁγίασμα ἔσεσθαι διδάσκει. πῶς οὖν ἐγένετο λίθος προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς εἰρημένοις ὁ Ἐμμανουὴλ ἢ διὰ τῆς ἐκ παρθένου κυήσεως; ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ταῦτα διδάσκων ἔλεγεν· «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία». δύο δὲ ἦσαν οἶκοι Ἰσραήλ· εἷς μὲν ὁ τῶν ἐν αὐτοῖς ἀρχόντων, θάτερος δὲ ὁ τῶν ἀρχομένων. τούτοις δὲ τοῖς δυσὶν οἴκοις, δηλαδὴ ἀθρόως τῷ ὅλῳ ἔθνει ἄρχουσί τε καὶ ἀρχομένοις, τὸν κύριον αὐτὸν εἰς παγίδα καὶ εἰς σκάνδαλον ἔσεσθαί φησιν. 1.52 Ἀντὶ τοῦ· Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· δῆσον μαρτύριον,