40
ἰδίου θεοῦ περιέχεται, τοὺς τὴν ἀπλανῆ γνῶσιν ἀνειληφότας, τί χρὴ πράττειν ἢ τὸν ἑαυτῶν θεὸν ἐπιζητεῖν καὶ μὴ τοὺς νεκροὺς πολυπραγμονεῖν μηδ' ἐρωτᾶν περὶ πραγμάτων ζώντων τοὺς πάσης ζωῆς ἐστερημένους; μωρὸν γὰρ καὶ ἠλίθιον τοῦτό γε. Ἔχοντες οὖν τὸν τοῦ θεοῦ λόγον καὶ τὸν νόμον τὸν εὐαγγελικόν, εἰς βοήθειαν ὑμῖν δεδομένον, ἐξ αὐτοῦ μανθάνετε περὶ ὧν ἂν θέλοιτε καὶ τούτῳ στοιχεῖτε, ἐπεὶ μήποτε οἷόν τέ ἐστιν αὐτὸν δώροις ἐκστῆναι τοῦ ἀληθοῦς· οὐ γὰρ πέφυκε παρατρέπεσθαι χρήμασιν ὁ τοῦ θεοῦ νόμος, ὁποῖα φιλεῖ γίνεσθαι ἐν ταῖς τῶν δεισιδαιμόνων μαντείαις πολλὰ τῶν παρ' αὐτοῖς γοήτων τεχναζομένων καὶ πιπρασκόντων πολλάκις οὓς ἀναπλάττουσι χρησμοὺς πρὸς ἀπάτην τῶν χρωμένων, ἀλλ' οὐχὶ καὶ ὁ τοῦ θεοῦ νόμος τοιοῦτος, ἀληθὴς δὲ ὢν αὐτὸς «ὑμᾶς διδάξει τὴν περὶ πάντων ἀλήθειαν». εἰ δὲ τῷ νόμῳ τοῦ θεοῦ μὴ προσέχοιτε, ἥξει ἐφ' ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται, ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενή, θλῖψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. πρὸς τοὺς μὴ βουλομένους ἐξερευνᾶν τὸν τοῦ θεοῦ νόμον καὶ αὐτῷ στοιχεῖν καὶ μόνον αὐτὸν περιέπειν ταῦτα λέλεκται· ἅπαξ μὲν γάρ φησιν· ἀκηκόατε ὅτι νόμον εἰς βοήθειαν δέδωκεν, νόμον ἀδέκαστον καὶ ἀδωροδόκητον, ᾧ δεῖ στοιχοῦντας πᾶσαν ἀποστρέφεσθαι δαιμονικῆς ἐνεργείας πλάνην καὶ μηθ' ὑπὸ χρησμῶν μηθ' ὑπὸ μαντειῶν ἀπατᾶσθαι· ἔστι γὰρ ὑμῖν ἀντὶ πάντων αὐτάρκης ὁ τοῦ θεοῦ νόμος. εἰ δέ τις ἐκπέσοι τούτου, παραδοθήσεται λιμῷ, «οὐ λιμῷ ἄρτου οὐδὲ δίψει ὕδατος, ἀλλὰ λιμῷ τοῦ ἀκοῦσαι λόγον κυρίου»· εἰ γὰρ παραβάτης γένοιτο τοῦ θείου νόμου καὶ ἀποστάτης αὐτοῦ σκανδαλισθεὶς ὑπὸ τῶν τοὺς χρησμοὺς καὶ τὰς μαντείας τὰς δαιμονικὰς προϊσχομένων, λιμὸς τροφῶν λογικῶν τοῦτον διαδέξεται καὶ ἔκστασις καὶ παροξυσμὸς ὡς καὶ εἰς βλασφήμους ἐκπεσεῖν λογισμούς, καταρώμενον τὸν πάλαι βασιλέα ἑαυτοῦ, ὃν καὶ θεὸν ἑαυτοῦ ὠνόμαζεν. κατὰ δὲ τοὺς Ἑβδομήκοντα οἱ τῷ λεχθέντι λιμῷ παραδοθέντες, ἅτε μὴ τρεφόμενοι τὴν ψυχὴν τῇ ζωοποιῷ τοῦ νόμου τροφῇ, λυπηθήσονται καὶ κακῶς ἐροῦσι τὸν ἄρχοντα καὶ τὰ πάτρια, ὡς μηδὲν σεμνὸν περιεχόντων τῶν πατριῶν, δηλαδὴ τῶν ἐκκλησιαστικῶν θεσμῶν τῶν πατρόθεν ἡμῖν παραδοθέντων, κακῶς ἐροῦσιν αὐτά τε καὶ τὸν ἄρχοντα βλασφημοῦντες τὸν καθηγούμενον τῶν θεοπνεύστων ἀναγνωσμάτων, λόγον αὐτόν τε τὸν Χριστὸν τοῦ θεοῦ τὸν ἄρχοντα τοῦ εὐαγγελικοῦ νόμου. διὸ τὴν ψυχὴν σκότῳ περιβληθήσονται, ἅτε δὴ ἀποστάται γενόμενοι τοῦ θείου νόμου καὶ ταῖς ἔξωθεν ἀπάταις ἐκδοθέντες. καὶ θλίψει δὲ καὶ ἀπορίᾳ συσχεθήσονται, ὡς ἀναβλέψαντας ἄνω πάντας εἰς οὐρανὸν καὶ κάτω εἰς γῆν ἀτενίζοντας μηκέτι φῶς ὁρᾶν, μόνην δὲ θλῖψιν καὶ στενοχωρίαν. τὸ δέ· οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· ἔκλυσις καὶ στενοχωρία καὶ σκότος καὶ ἐξωσμός· οὐ γὰρ ἔκλυσις, ᾧ οὐκ ἔστι θλῖψις. ταῦτα δέ φησιν ἔσεσθαι περὶ τοὺς τὸν θεῖον ἀπολιπόντας νόμον, ἀπορρεύσαντας δὲ μετὰ τὴν πρώτην χάριν καὶ πάλιν ὑποσυρέντας τῇ τῶν πολυθέων ἐθνῶν πλάνῃ. 1.54 Τὴν προκειμένην περικοπὴν τῆς προφητείας ἠρτῆσθαι φήσομεν τῶν περὶ τοῦ Ἐμμανουὴλ λόγων, ἀλλ' ἐν μὲν τοῖς ἔμπροσθεν περὶ τῶν ἀπιστησάντων αὐτῷ διεξῄει τὰ προλεχθέντα, ἐν δὲ τοῖς μετὰ χεῖρα σφόδρα ἀκολούθως περὶ τῶν παραδεξαμένων αὐτὸν τὰ προκείμενα λέλεκται. τίνες δὲ ἦσαν οἱ πρῶτοι τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι, μαθεῖν ἐστιν ἀπὸ τῆς εὐαγγελικῆς γραφῆς, ἐν ᾗ λέλεκται ταῦτα· «ἀκούσας δὲ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καφερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·