41
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύσσειν καὶ λέγειν· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν». τὸ μὲν οὖν ἱερὸν εὐαγγέλιον τὰς ἀποβάσεις τῶν πρ ...... ἱστορεῖ, ἡ δὲ προφητεία τὰ μέλλοντα γενήσεσθαι θεσπίζει· πρῶτον γοῦν τοῖς ἐπὶ τῆς Γαλιλαίας εὐαγγελίζεται· ἔδει γὰρ μηδὲ τὴν χώραν ἀποσιωπῆσαι, καθ' ἣν τὰς διατριβὰς ποιεῖσθαι ἤμελλεν ἀνθρώποις φανεὶς ὁ Ἐμμανουήλ. ἡ δὲ χώρα ἦν Γαλιλαία, ᾗ ποτὸν σωτήριον εὐαγγελίζεται τὸ λόγιον φάσκον· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ. δύο δέ εἰσιν αὗται φυλαί, ἡ τοῦ Ζαβουλὼν καὶ ἡ τοῦ Νεφθαλείμ, τὴν Γαλιλαίαν κληρωσάμεναι ἐν τῇ διανεμήσει τῆς γῆς τῆς ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ γενομένης. ἀλλ' ἐπεὶ συνέβαινεν ἐν τῇ χώρᾳ ταύτῃ καὶ Ἕλληνας οἰκεῖν μεταξὺ τῶν δύο φυλῶν, οὐ γὰρ μόνον Ἰουδαῖοι, ἤδη δὲ καὶ ἀλλογενεῖς κατῴκουν τὴν χώραν, ἀναγκαίως καὶ τούτων ὁ λόγος μέμνηται φήσας· καὶ οἱ λοιποὶ οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου. σφόδρα δὲ ἀκριβῶς οὔσης καὶ ἑτέρας Γαλιλαίας ἐπάγει λέγων· οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου. παράλιον δὲ λέγει πᾶσαν τὴν ἀμφὶ τὴν Γενησαρὲτ λίμνην χώραν, ἧς μέμνηται τὸ Εὐαγγέλιον ὡς «θαλάσσης», λέγει δ' οὖν· «παράγων δὲ ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς». ἐντεῦθέν τε καὶ οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν ὡρμῶντο. ἥ τε Καφερναοὺμ καὶ ἡ Βηθσαϊδὰ καὶ ἡ Χωραζὶ καὶ αἱ λοιπαὶ κῶμαι, ὧν μέμνηται ἡ εὐαγγελικὴ γραφὴ περὶ τὴν λίμνην τῆς Τιβεριάδος εἰσέτι καὶ νῦν δείκνυνται. ἀλλὰ καὶ πέραν τοῦ Ἰορδάνου τυγχάνει ἡ Γαλιλαία αὕτη, ἐν ᾗ τὰς πλείστας ἐποιήσατο διατριβὰς ὁ Χριστὸς τοῦ θεοῦ· διὸ ποτὸν σωτήριον καὶ φῶς μέγα τοῖς ἐν αὐτῇ εὐαγγελίζεται πρώτοις. τοῦ δὲ ζωοποιοῦ τούτου ποτοῦ εἰκόνα παρεῖχεν ὁ σωτὴρ αἰσθητῶς, ὁπηνίκα «γάμου» συντελουμένου «ἐν Κανὰ τῆς Γαλιλαίας» πρῶτον παράδοξον εἰργάσατο, τὴν ἐξ ὕδατος εἰς οἶνον μεταβολήν. διὸ ἐπεσημήνατο λέγων ὁ Εὐαγγελιστής· «ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας». αὐτὰ δὴ οὖν ταῦτα σημαίνουσα ἡ προφητεία φησί· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Βούλεται γὰρ δι' ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πόματος ἀποδιδόναι τοὺς καταξιωθέντας τοῦ μεγάλου φωτὸς τῆς σωτηρίου θεοφανείας. διό φησιν· ὁ λαὸς οἱ καθήμενοι ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ σκιᾶς θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. τίνες δὲ ἦσαν οἱ ἐν σκότῳ καὶ σκιᾷ θανάτου ἢ οἱ «ἐν ἀγνωσίᾳ τοῦ θεοῦ» τὸ πρὶν κατισχυμένοι καὶ τῷ θανάτῳ τῆς ψυχῆς δεδουλωμένοι; ἐν σκότῳ δὲ ἐτύγχανον οἱ πρὸ τῆς ἐπιλάμψεως τοῦ Χριστοῦ ἐν ἀγνωσίᾳ ὄντες «τοῦ φωτὸς τοῦ ἀληθινοῦ», καὶ ἐν σκιᾷ δὲ θανάτου ἦσαν «οἱ τὰ πρὸς θάνατον ἁμαρτάνοντες» κατὰ τό· «ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται». ἀλλ' ἕως μὲν ἐν τῷ παρόντι βίῳ τυγχάνει «ὁ πρὸς θάνατον ἁμαρτάνων», οὐχ οὕτω πάντη καταπέποται ὑπὸ τοῦ θανάτου, ὡς μὴ δύνασθαι μεταβαλόντα σωθῆναι, ἀλλ' οὐδὲ ἀπήλλακται αὐτοῦ παντελῶς, διὸ λέγεται εἶναι ἐν σκιᾷ θανάτου. πλὴν ἐπιλάμψας τούτοις πρώτοις τὴν χάριν τοῦ μεγάλου φωτὸς ἐδωρήσατο ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος. Ἐν ταύτῃ δὲ τῇ χώρᾳ πρώτῃ πλεῖστον λαὸν ἐκτήσατο, ὡς καὶ τὸν ἀποστολικὸν χορὸν ἐξ αὐτῶν ἐκλέξασθαι. διὸ ἑξῆς εἴρηται· τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. ἀντὶ δὲ τοῦ· ὃ κατήγαγες, ἐμεγάλυνας ἡρμήνευσαν οἱ λοιποί. εἰ μὲν οὖν ἦσαν πάντες οἱ τὴν Γαλιλαίαν οἰκοῦντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες, πάντων ἂν ἐμνημόνευσεν ὁ παρὼν λόγος, νυνὶ δὲ ἐπειδὴ πλεῖστοι μὲν ἐπίστευσαν, πλείους δὲ τῇ ἀπιστίᾳ ἐναπέμειναν, εἰκότως τὸ πλεῖστον τοῦ λαοῦ λέλεκται τῆς σωτηρίου μετειληφέναι εὐφροσύνης. Σημαίνει διὰ τούτων ὡς πρὸς τὴν