1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

42

πρόχειρον λέξιν τὴν ἐν τῷ εὐαγγελίῳ τοῦ σωτῆρος ἡμῶν πρᾶξιν, ἐν ᾗ ποτὲ μὲν ἀπὸ «πέντε ἄρτων» πλῆθος ἀνδρῶν ὡς «πεντακισχιλίων» ἐθρέψατο ἐν τῇ δηλουμένῃ χώρᾳ, ποτὲ δὲ ἐξ «ἑπτὰ τετρακισχιλίους ἄνδρας χωρὶς παιδίων καὶ γυναικῶν». διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· εὐφροσύνην εὐφρανθήσονται ἐνώπιόν σου ὡς εὐφροσύνην ἐν θερισμῷ· οὕτω γοῦν οἱ ἐν θερισμῷ τρεφόμενοι ἠθροισμένως καὶ κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασιν. καὶ κατὰ διάνοιαν δὲ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν καὶ οἱ τούτων διάδοχοι, οἵ τε εἰς δεῦρο τῶν ἐκκλησιῶν αὐτοῦ προεστῶτες τῆς ἐνθέου εὐφροσύνης μετελάμβανον ἐνώπιον τοῦ σωτῆρος αὐτῶν δίκην ἀμώντων ἐργαζόμενοι· ἐπείπερ «ἐργάται» ἦσαν τοῦ θερισμοῦ τῶν ἐθνῶν, ὡς ἐδήλου λέγων αὐτός· «ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ». «ὀλίγοι» γὰρ ὡς ἀληθῶς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι καὶ οἱ τῶν ἐκκλησιῶν αὐτοῦ, ὃν δὴ τρόπον καθηγούμενοι ὡς πρὸς μέγαν καὶ πολὺν τῶν ἐθνῶν θερισμόν. οἱ δὲ αὐτοὶ οὗτοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης τὰ σκῦλα εἰς ἑαυτοὺς διῃροῦντο, ἅπερ αὐτοῖς εἰς προνομὴν δέδωκεν αὐτὸς ὁ σωτήρ. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὠνόμαζεν τό· «Ταχέως σκύλευσον, ὀξέως προνόμευσον»· τὴν γὰρ πλάνην τῆς εἰδωλολατρίας καθελὼν τὸ τηνικαῦτα τὰς πάλαι «σκυλευθείσας» ὑπ' αὐτοῦ τῶν ἀνθρώπων ψυχὰς ἐλευθέρας καταστησάμενος τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, τοῖς τε τούτων διαδόχοις διένειμεν εἰς τὸ προνοεῖν αὐτῶν καὶ θεραπεύειν. οἱ δὲ ὑποδεξάμενοι δίκην τῶν εὐφραινομένων ἐν ἀμήτῳ καὶ ὃν τρόπον διαιρούμενοι δίκην τῶν εὐφραινομένων ἐν σκύλοις ἔχαιρον ἐμπιπλάμενοι εὐφροσύνης ἐπὶ τῷ πλήθει τῶν καθ' ἑκάστην ἐκκλησίαν ληΐων. Καὶ διότι ἀφῄρηται ὁ ζυγὸς ὁ πάλαι τοῖς σκύλοις ἐπικείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν αὐτῶν σκύλων· ζυγὸς γὰρ ἦν βαρὺς ταῖς τῷ διαβόλῳ δεδουλωμέναις ψυχαῖς ἐπικείμενος καὶ ἡ ῥάβδος θανατικὴ τὸν τράχηλον αὐτῶν κάμπτουσα καὶ κάτω νεύειν ποιοῦσα, ὧν ἀφῃρημένων εἰκότως ἔχαιρον οἱ διαιρούμενοι τὰ σκῦλα ταῦτα. πῶς δὲ ὁ ζυγὸς ἤρθη ἐξ αὐτῶν καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν κειμένη, διασαφεῖ λέγων ἑξῆς· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν. ἀντὶ δὲ τοῦ· τῶν ἀπαιτούντων, ὁ μὲν Ἀκύλας οὕτως ἡρμήνευσεν εἰπών· τὸν ζυγὸν βαστάγματος αὐτοῦ καὶ τὴν ῥάβδον ὤμου αὐτοῦ, σκῆπτρον τοῦ πράσσοντος, ὁ δὲ Σύμμαχος· ζυγός φησι τοῦ βαστάγματος αὐτοῦ καὶ ἡ ῥάβδος τοῦ ὤμου αὐτοῦ, ῥάβδος τοῦ ἀπαιτοῦντος ἡττήθη, καὶ ὁ Θεοδοτίων ὁμοίως τοῦ ἀπαιτοῦντος ἡρμήνευσεν, ἑνικῶς τὸν ἀπαιτοῦντα καὶ τὸν ἐκπράσσοντα σημάνας, δηλονότι τὸν διάβολον, ὃς ἐκπράσσων διετέλει τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ φόρους ὥσπερ ἀπαιτῶν τὰς χορηγουμένας αὐτῷ ἁμαρτίας. ἀλλὰ ταύτην καὶ τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος καὶ τὸν ζυγὸν τὸν βαρὺν διεσκόρπισεν ὁ γυμνώσας αὐτόν, ἐπεὶ δὲ εἰκὸς ἦν καὶ ἑτέρους πολλοὺς συνεργεῖν τῷ διαβόλῳ καὶ τούτων αὐτῶν τῶν αὐτῷ ἀπαιτούντων· πολλοὶ γὰρ ἦσαν οἱ ἐκπράσσοντες τὸ γένος τῶν ἀνθρώπων. τὸν ζυγὸν καὶ τὴν ῥάβδον ἀφεῖλεν καὶ ταῦτα κατ' αὐτῶν ἔπραξεν ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. κεῖται δὲ ἡ ἱστορία ἐν τοῖς Κριταῖς περιέχουσα ὡς ἐπὶ τοῦ Γεδεὼν οὐχ ὅπλοις νενίκηντο οἱ πολέμιοι, ἀλλὰ ἀοράτῳ καὶ θεϊκῇ δυνάμει. οὕτως οὖν ὡς ἐπὶ τῆς Μαδιὰμ ἐνικήθησαν οἱ πολέμιοι χειρὶ κρυφαίᾳ, καὶ νῦν φησι διεσκεδάσθαι τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος διαβόλου καὶ τῶν σὺν αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐκπρασσόντων. Οἱ καὶ ἡττηθέντες πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν· ἐπειδὴ γὰρ τὸν κόσμον τῆς ψυχῆς καὶ τὴν στολὴν αὐτῆς, τόν τε τῆς ἀρετῆς χιτῶνα, ὃν περιεβάλλετο συλήσας ὁ διάβολος, ὅτε αὐτὴν ἐπεῖχεν ὑποχείριον γυμνὴν αὐτὴν καὶ αἰσχρὰν καταστήσας, αἵ τε σὺν αὐτῷ δυνάμεις ἀντικείμεναι εἰσέπραττον αὐτὴν δόλῳ κατ' αὐτῆς χρώμεναι.