1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

43

πάντας εἰκότως ἀποτίσειν λέγεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος φήσαντος· ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. οἱ αὐτοὶ δὲ οὗτοι οἱ πάλαι τὰς τῶν ἀνθρώπων ψυχὰς ἐκπράσσοντες μέλλοντες πάντα ἀποτιννύειν ἐν τῷ δηλουμένῳ καιρῷ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ τὸν σωτῆρα τῶν ὅλων ἐν ἀνθρώποις ἐπιδημοῦντα θεᾶσθαι. Τίς δ' οὖν οὗτος, ἑξῆς παρίστησι λέγων· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. ὁ δ' αὐτὸς ἦν οὗτος ὁ λεγόμενος υἱὸς καὶ ὁ παῖς καὶ ὁ Ἐμμανουήλ, τοῦτο τρίτον ἐν τῇ αὐτῇ προφητείᾳ καὶ υἱὸς καὶ παιδίον χρηματίσας. τὸ μὲν πρῶτον· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», οἷς ἐπῆγε· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν». τὸ δὲ δεύτερον· «καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν», οἷς ἐπῆγε· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα». τὸ δὲ τρίτον διὰ τοῦ μετὰ χεῖρα φάσκοντος λόγου· ὅτι παιδίον ἐγεννήθη ἡμῖν. τοῦτο τοιγαροῦν τὸ παιδίον καὶ οὗτος ὁ υἱὸς ὁ ἡμῖν τοῖς εἰς αὐτὸν πεπιστευκόσι δῶρον παρὰ τοῦ θεοῦ δοθεὶς πολυώνυμός τις ὢν ἐπὶ τοῦ παρόντος. κέκληται δὲ Μεγάλης βουλῆς ἄγγελος. καὶ εἴη τοῦτο μέτριον τοὔνομα καίτοι πᾶσαν οὐ θνητὴν μόνον ὑπεραῖρον φύσιν, ἀλλὰ καὶ ἀγγελικήν· οὐ γὰρ ἁπλῶς ἄγγελον αὐτὸν προσεῖπεν, ἀλλὰ Μεγάλης βουλῆς ἄγγελον. τίς δ' ἂν γένοιτο ἡ μεγάλη βουλὴ καὶ τίνος ἢ ἡ τοῦ μεγάλου θεοῦ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεώς τε καὶ σωτηρίας, ἧς αὐτὸς ἄγγελος παρῆν ὁ σωτὴρ ἡμῶν τῇ τοῦ πατρὸς φιλανθρώπῳ βουλῇ διακονησόμενος; κατὰ γὰρ τὴν Ἑβραίων γραφὴν μείζοσιν ἢ κατ' ἄγγελον τετίμηται προσηγορίαις, φέρειν δὲ λέγεται τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ. ἀρχὴ γὰρ τοῦ προφητευομένου παιδίου, τοῦτ' ἔστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ἥ τε κατὰ πάντων ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ ἐστιν, δηλαδὴ ἐπὶ τοῦ βραχίονος τῆς ἐν αὐτῷ θεότητος οὕτως νοουμένης, δι' ἣν θεότητα Μεγάλης βουλῆς ἄγγελος ὠνόμασται ὡς ἂν μόνος τὰ ἀπόρρητα τῆς πατρικῆς ἐπιστάμενος βουλῆς καὶ ταύτης ἄγγελος τοῖς ἀξίοις γεγονώς. καὶ μειζόνως δὲ ἢ κατ' ἄγγελον προσηγορίᾳ ἠξιῶσθαι αὐτὸν ἔφαμεν κατὰ τὴν τῶν Ἑβραίων ἀνάγνωσιν, ἣν ὁ μὲν Σύμμαχος τοῦτον ἡρμήνευσεν τὸν τρόπον· καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικὸς καὶ ἰσχυρὸς δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, ὁ δὲ Ἀκύλας· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ φησι θαυμαστός, σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ θαυμαστός, συμβουλεύων, ἰσχυρός, δυνάστης, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. ἡ δὲ Ἑβραϊκὴ φωνὴ ἀντὶ τοῦ· ἰσχυρός, ἢλ περιέχει, δι' οὗ σημαίνεται ὁ θεός. πολλαχοῦ γὰρ τῆς γραφῆς τοῦ ἢλ ἐπὶ τοῦ θεοῦ κειμένου καὶ ἐν τοῖς μετὰ χεῖρας ὁμοίως παρείληπται, ὥστε διὰ ταύτης τῆς φωνῆς καὶ θεὸς ἀναγορεύεσθαι τὸ γεννηθὲν ἡμῖν παιδίον. εἰ τοίνυν καὶ ἐν τῇ προκειμένῃ προφητείᾳ τῆς περὶ τοῦ γεννηθέντος ἡμῖν παιδίου καὶ τοῦ δοθέντος ἡμῖν υἱοῦ μετὰ τῶν ἄλλων ὀνομάτων καὶ ἢλ κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνόμασται, δῆλον ὡς καὶ θεὸν αὐτὸν ἡ προφητεία γνωρίζει, ὥστε εἰ λέγοιτο κατὰ τὴν Ἑβραίων γλῶτταν ἢλ γιββώρ. ὁ μὲν Ἀκύλας ἰσχυρός, δυνατὸς ἡρμήνευσε καὶ ὁ Σύμμαχος ὁμοίως καὶ ὁ Θεοδοτίων ἰσχυρός, δυνάστης φύλαξ, ἐν οἷς ὡς εἰκὸς ἐπὶ παιδίου γεννωμένου τὸ τοῦ θεοῦ ἐντάξαι ὄνομα. ἡμεῖς δὲ οὐκ ἂν ἁμάρτοιμεν θεὸν δυνατὸν ἑρμηνεύσαντες, ἐπειδὴ τὸ ἢλ ἐπιδέδεικται ἡμῖν μεταβαλλόμενον εἰς τὸ «ὁ θεός». οὕτως δὲ καλεῖν αὐτὸν θαρροῦμεν. καὶ τὸ ἢλ γιββὼρ ἰσχυρὸς δυνατὸς ἡρμήνευσεν ἡ Ἑβραίων γλῶττα καὶ ὁ Ἐμμανουὴλ καὶ τὸ ἢλ τῇ ἑαυτοῦ προσηγορίᾳ συμπεριλαμβάνων προσθήκην εἴληφεν τῇ μεθ' ἡμῶν ὁ θεός. αἱ δὲ τοιαῦται προσηγορίαι τοῦ δηλωθέντος παιδὸς τὴν