45
οὐκέτι μνημονεύει κυήσεως παρθενικῆς οὐδὲ τοῦ τρόπου τῆς κατὰ θεὸν παραδόξου συλλήψεως. ἅτε δὴ προμεμαθηκότων ἡμῶν ταῦτα περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται παιδεύων ἡμᾶς τὰ ἀπόρρητα τῆς περὶ αὐτοῦ θεολογίας, ταῦτα δὲ πάντα περὶ τοῦ τυχόντος παιδίου λέγεται. οὐκ οἶδα πῶς συστήσαιεν οἱ ἐκ περιτομῆς μὴ βουλόμενοι παραδέξασθαι τὸν ἡμέτερον σωτῆρα, ᾧ τὰ ἔργα μαρτυρεῖ καὶ τῶν πραγμάτων ἡ ἔκβασις τοὺς λόγους ἐπισφραγίζεται. ὁ ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα· ποῖος ζῆλος ἢ ὃν ἐζήλωσεν ἀγαθὸν καὶ αὐτῷ πρέποντα εἰς τὸ σῶσαι πάντας τοὺς ὑπὸ τοῦ διαβόλου καταδυναστευθέντας καὶ εἰς ἀθεότητα κατασυρέντας; 1.55 Τῆς τοῦ Ἐμμανουὴλ ὑποθέσεως πέρας λαβούσης ἀνατρέχει ὁ λόγος ἐπὶ τὴν τοῦ Ἰσραὴλ προφητείαν, οὗ χάριν καὶ τὴν τοῦ Ἐμμανουὴλ πεποίητο μνήμην· ἐπειδὴ γὰρ ὁ ἐν Σαμαρείᾳ βασιλευόμενος λαὸς ὁ καλούμενος Ἰσραὴλ συμμαχοῦντος αὐτῷ τοῦ τῶν Σύρων βασιλέως ἐπῄει πολιορκήσων τὴν Ἰερουσαλήμ, ἠγωνία τε τὴν ἔφοδον «τῶν δύο βασιλέων» ὁ Ἄχαζ, κελεύεται ὁ προφήτης θεσπίζειν τὰ ἀναγεγραμμένα, ἐν οἷς ἦν καὶ τὰ περὶ τοῦ Ἐμμανουήλ, περὶ οὗ μακρὸν κατατείνας λόγον αὖθις ἐπαναλαμβάνει τὴν περὶ τοῦ Ἰσραήλ, λέγω δὲ τοῦ ἐν Σαμαρείᾳ βασιλευομένου λαοῦ προφητείαν, δι' ἧς ταῦτά φησιν· ὁ μὲν οὖν κύριος οὐκ ἐπὶ τὸν Ἰσραήλ, ἀλλ' ἐπὶ τὸν Ἰακὼβ ἀτελέστερον ὄντα αὐτοῦ λαὸν ἀπέστειλε θάνατον ἢ λόγον ἀποφατικὸν ὀργῆς· οὐ γὰρ ἐπὶ τὸν Ἰσραὴλ προηγουμένως, ἀλλ' ἐπὶ τὸν Ἰακὼβ τοῦτον ἀπεστάλκει ὡς ὑποβεβηκότα καὶ σωματικώτερον. ὁ δὲ ἀποσταλεὶς ἐπὶ τὸν Ἰακὼβ θάνατος ἢ λόγος ἀποφατικὸς ὀργῆς τοὺς νομιζομένους ἐν αὐτοῖς κρείττους ὀργῆς ἀξίους καὶ θανάτου καταλαβών, λέγω δὲ τοὺς καλουμένους Ἰσραήλ, ἐπ' αὐτοὺς ἦλθε. τὴν δὲ διαφορὰν τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ γνῴης ἂν ἀπὸ τοῦ πρώτου πατριάρχου, ὃς κατὰ μὲν τὴν ἔνσαρκον γένεσιν Ἰακὼβ ἐκαλεῖτο, τῇ δὲ κατὰ θεὸν προκοπῇ ἐπιδοὺς καὶ τῆς τοῦ θεοῦ καταξιωθεὶς ὁμιλίας Ἰσραὴλ ἐπωνομάσθη ὑπὸ τοῦ χρηματίσαντος αὐτῷ καὶ εἰρηκότος· «οὐκέτι τὸ ὄνομά σου Ἰακὼβ κληθήσεται, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ». εἰκότως οὖν τοὺς μὲν ἀλογωτέρους καὶ σωματικωτέρους τοῦ Ἰουδαίων ἔθνους Ἰακὼβ ἐν τούτοις ὀνομάζει, τοὺς δὲ νομιζομένους ἐν αὐτοῖς λογικωτέρους Ἰσραὴλ ἀποκαλεῖ. κατηγορεῖ τοίνυν καὶ τούτων τῶν νομιζομένων εἶναι κρειττόνων ὁ λόγος ὡς καὶ αὐτῶν θανάτου γενομένων ἀξίων, διόπερ εἴρηται· θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Τίς δὲ ἦν ὁ Ἰσραήλ, ἑξῆς παρίστησι λέγων· καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον· αὐτοὶ γὰρ οὗτοι οἱ τὴν Σαμάρειαν ἐνοικοῦντες Ἰσραὴλ χρηματίζοντες καὶ λαὸς τοῦ Ἐφραὶμ ὀνομαζόμενοι διὰ τὸ βασιλεύεσθαι ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραίμ, χλευάζοντες καὶ ἐξευτελίζοντες τὴν Ἰερουσαλήμ, πλίνθοις αὐτὴν ἔφασκον ᾠκοδομῆσθαι, καὶ τὰς στέγας ἔχειν ἀπὸ συκαμίνων, ἢ συκομώρων κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. εἶθ' ὡς αὐτοὶ βελτίονα πόλιν κατασκευάζοντες ἐπηγγέλλοντο διὰ λίθων ξεστῶν καὶ κέδρων οἰκοδομήσειν, καὶ ἀντὶ τοῦ ναοῦ τοῦ ἐν τῇ Ἰερουσαλὴμ πύργον ἑαυτοῖς ἀναστήσειν ἐν τῇ Σαμαρείᾳ. Ἐπεὶ τοίνυν τοιαῦτα τετολμήκασιν ἀπαυθαδίσασθαι, ἀπειλεῖ αὐτοῖς ἑξῆς φάσκων ὁ λόγος· καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιὼν ἐπ' αὐτὸν καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει· ἐπειδὴ γὰρ τοιαῦτα κατεθρασύνοντο κατὰ τοῦ ὄρους Σιὼν καὶ κατὰ τοῦ ἐν αὐτῷ τιμωμένου θεοῦ, ὡς ἀπὸ μεγάλου ὕψους τῆς ὑπερηφανίας αὐτῶν ταπεινώσειν καὶ καταρράξειν αὐτοὺς ἀπειλεῖ. τοὺς γὰρ ἐπὶ τὸ ὄρος Σιὼν ἐπανισταμένους ἐπ' αὐτὸν τὸν θεὸν ἀσεβεῖν συνέβαινεν, οὓς ταπεινώσειν καὶ ῥάξειν φησίν, οὐ μόνους ἀλλὰ καὶ πάντας τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσειν, σημαίνων