47
ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις μελλούσης αὐτοῖς ἐπαγαγεῖν, ὥσπερ δὲ «ἐπὶ τοῦ ὄφεως καὶ τῆς γυναικὸς» ἠπείλει ὁ θεὸς «ἔχθραν θήσειν ἀνὰ μέσον αὐτῆς καὶ αὐτοῦ», ἐπὶ καλῷ δὲ καὶ συμφέροντι γενησομένης τῆς ἔχθρας. οὕτω καὶ νῦν τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν κατηγορουμένων ὑπὸ τῆς προφητείας «διασκεδάσειν» ὁ θεὸς ἐπαγγέλλεται, οἷς παραπλησίως καὶ ἐν Εὐαγγελίοις ὁ σωτὴρ ἀναγέγραπται λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς». 1.57 Τοῦ καλουμένου μὲν Ἰσραήλ, λέγω δὲ τοῦ Ἰουδαίων λαοῦ τοῦ ἐν Σαμαρείᾳ βασιλευομένου, καὶ ταῦτα πρὸς τοῖς προτέροις ὁ παρὼν λόγος κατηγορεῖ, φάσκων αὐτοὺς πρὸς ἔριν καὶ φιλονεικίαν τῶν τὰς ἀληθεῖς προφητείας τοῦ θεοῦ γραφόντων ψευδοπροφητείας συντάττειν. ἦσαν οὖν ψευδοπροφῆται πλεῖστοι, ὅσοι ἐν τῷ Ἰσραὴλ ἐναντία φθεγγόμενοι καὶ ἐναντία γράφοντες τοῖς ἀληθέσι τοῦ θεοῦ προφήταις. οἱ δ' αὐτοὶ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους καὶ πάσης πονηρίας μεστάς. ... τῇ θείᾳ τοῦ νόμου γραφῇ προσέχειν καὶ κατ' αὐτὴν κρίνειν, οἱ δὲ ὥσπερ ἐναντίους συντάττοντες νόμους πένητας οἰκτροὺς κατεδυνάστευον, βιαζόμενοί τε ἐπλεονέκτουν ἀπειροτάτους τε ὀρφανοὺς καὶ χήρας. τοιούτους δ' ἂν εἴποις καὶ τοὺς διὰ μοχθηρῶν συγγραμμάτων εἰσέτι καὶ νῦν διαστρέφοντας τῶν ἀκεραιοτέρων τὰς ψυχάς, οἷς ὁ προφητικὸς ἀπειλεῖ λόγος φάσκων· καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; καθ' ἣν ἡ θλῖψις καὶ ἡ κατ' αὐτῶν ὀργὴ πόρρωθεν ἥξει· μακρὰν γὰρ οὖσαν αὐτὴν διὰ τὸ ἀπελαύνεσθαι ἐξ ἐμοῦ τοῦ θεοῦ. ὑμεῖς, ὦ οὗτοι, πρὸς οὓς ταῦτα λέγεται, ὥσπερ βιαζόμενοι καθ' ἑαυτῶν αὐτὴν ἐπισπᾶσθε, ἧς ἐπελθούσης πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Εἶτα συνήθως ἐπιλέγει· ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή· ἐπιμένοντες γὰρ τοῖς αὐτοῖς ἀτοπήμασι τῶν διὰ τοῦ λόγου κατηγορουμένων, ἀκόλουθον ἦν καὶ τὴν κατ' αὐτῶν παράμονον γίγνεσθαι ὀργήν. καὶ δὴ μέχρι τούτων ἔστησε τὰς κατὰ τοῦ λαοῦ κατηγορίας, μεθ' ἣν ἀκολούθως τοῖς διὰ τῆς προφητείας ἠπειλημένοις, οὐκ εἰς μακρὸν πόρρωθεν ἐπιστάντες Ἀσσύριοι πολιορκοῦσι τὴν Σαμάρειαν καὶ πᾶσαν τὴν χώραν αὐτῶν δῃοῦσιν, ὅλας τε ἐννέα φυλὰς τοῦ Ἰουδαίων ἔθνους αἰχμαλώτους εἰς τὴν Ἀσσυρίων ἀπάγουσι. καὶ τοῦτο πράττουσιν ἐπὶ Ἑζεκίου βασιλέως Ἰερουσαλήμ, καθ' ὃν ἡ ἐν Σαμαρείᾳ συνεστῶσα τοῦ Ἰσραὴλ βασιλεία εἰς τὸ παντελὲς κατελύθη, ἧς παυσαμένης δύο ἥμισυ φυλαὶ τοῦ ἔθνους μόναι περιελείφθησαν ὑπὸ τοῖς διαδόχοις ∆αυὶδ βασιλευόμεναι ἐν Ἰερουσαλήμ. διὸ μέχρι τούτου στήσας ὁ λόγος τὴν περὶ τοῦ Ἰσραὴλ προφητείαν μεταβαίνει λοιπὸν ἐπ' αὐτοὺς τοὺς Ἀσσυρίους τὰ μέλλοντα καὶ αὐτοῖς συμβήσεσθαι θεσπίζων διὰ τῶν ἐπιφερομένων. 1.58 Μετὰ τὴν τοῦ λαοῦ τοῦ καλουμένου Ἰσραὴλ αἰχμαλωσίαν ἀκολούθως ὁ λόγος μεταβαίνει ἐπὶ τοὺς αἰχμαλωτεύσαντας· ἦσαν δὲ οὗτοι Ἀσσύριοι, οἷς τὰ προκείμενα ἀπειλεῖ. ὅτι δὲ ἀπῆκτο ὑπὸ Ἀσσυρίων ὁ λαὸς καὶ πεπολιόρκητο ἡ Σαμάρεια, ὅτε τὰ μετὰ χεῖρας ἐλέγετο, δῆλον τυγχάνει ἐκ τοῦ λέγεσθαι ἐν αὐτοῖς ἐκ προσώπου τοῦ τῶν Ἀσσυρίων βασιλέως· καὶ ἔλαβον Ἀραβίαν καὶ ∆αμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι, καὶ πάλιν· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἰερουσαλήμ. καὶ ἡ ἱστορία δὲ διδάσκει, ὅτι «ἐν ταῖς ἡμέραις Ἄχαζ ἀνέβη ὁ βασιλεὺς τῶν Ἀσσυρίων εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν αὐτήν»· καὶ τέως μὲν μέρος τι τοῦ λαοῦ ᾐχμαλώτισεν, ἐπὶ δὲ Ἑζεκίου τοῦ τὸν Ἄχαζ διαδεδεγμένου πάντα τὸν λαὸν «ἀπῴκισεν» εἰς Ἀσσυρίους. τοιαῦτα δὴ πραξάντων τῶν Ἀσσυρίων ὁ παρὼν λόγος ὡς πρὸς αὐτοὺς τὰ προκείμενα διεξέρχεται λέγων ῥάβδου παιδευτικῆς καὶ ἐπιστρεπτικῆς πεῖραν ἐχρῆν λαβεῖν τὸν