48
μὴ διὰ τῶν προφητικῶν λόγων σωφρονισθέντα λαόν· διόπερ ἤγειρα κατ' αὐτοῦ τοὺς Ἀσσυρίους ὥσπερ ἐμῇ ῥάβδῳ, παραδιδοὺς αὐτὸν ταῖς τῶν Ἀσσυρίων χερσίν, ὅπως δι' αὐτῶν ἡ ὀργὴ καὶ ὁ θυμός, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, μετέλθοι αὐτούς. ἐγὼ μὲν οὖν τὴν ἐμαυτοῦ ὀργὴν διὰ τῶν Ἀσσυρίων εἰς τὸ ἄνομον ἔθνος ἀπέστελλον, ὃ δὴ ἐνομίζετο εἶναι ἐμὸς λαός, συνεχώρησά τε καὶ πολεμῆσαι καὶ σκυλεῦσαι καὶ διαρπάσαι αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ πάσας καθελεῖν ὡς ἔδαφος αὐτὰς καὶ εἰς κονιορτὸν χωρῆσαι. Ὁ δὲ Ἀσσύριος τὴν παρ' ἐμοῦ λαβὼν ἐξουσίαν οὐχ οὕτως ἐνεθυμήθη, ἀλλ' ὑπερήρθη τῷ λογισμῷ ὡς οἰκείᾳ δυνάμει τοῦ ἐμοῦ περιγενόμενος λαοῦ. εἶτα μὴ ἀρκεσθεὶς τῇ τούτων πολιορκίᾳ μυρία ἄλλα ἔθνη μετέρχεσθαι ἀπειλεῖ, ὡς ἂν τοῦ κρείττονος καὶ θεῷ ἀνακειμένου κρατήσας. διὸ δὴ τῶν ὑποχειρίων αὐτῷ γενομένων θαυμαζόντων αὐτὸν καὶ λεγόντων· Σὺ μόνος εἶ ἄρχων, ἀποκρίνεται πρὸς αὐτοὺς λέγων· μήπω με καλεῖτε ἄρχοντα μηδὲ κύριον, ἐπεὶ μηδέπω πάσας εἴληφα τὰς ἁπανταχοῦ χώρας, οὔτε γὰρ τὴν ἐπάνω Βαβυλῶνος οὔτε τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη κατὰ τὸν χρόνον τῆς διασπορᾶς τῶν γλωσσῶν, ὑποχειρίους πεποίημαι. μικραὶ δὲ αὗται καὶ βραχεῖαι σφόδρα τυγχάνουσιν, ὧν τέως περιγέγονα, Ἀραβίας γὰρ καὶ ∆αμασκοῦ καὶ Σαμαρείας τέως κεκράτηκα, πλὴν ἀλλ' ὃν τρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς ἀρχὰς λήψομαι. τοιαῦτα καταλαζονευσαμένων τῶν Ἀσσυρίων εἰκότως ὁ προφητικὸς λόγος τὰ παρόντα πρὸς αὐτοὺς ἀποτείνεται καὶ πρὸς τὸν ἄρχοντα αὐτῶν λέγων· «Οὐαὶ Ἀσσυρίοις», ὅτι οὐ συνῆκαν ὡς ἄρα ἡ ἐμὴ ὀργὴ ἡ κατὰ τῶν πλημμελούντων τὴν ἐξουσίαν αὐτοῖς τῆς τοσαύτης ἀρχῆς δέδωκεν. οἱ δὲ μὴ λογισάμενοι τοῦτο τῇ ἑαυτῶν δυνάμει τῶν ἐθνῶν κεκρατηκέναι ὑπέλαβον. καὶ ταῦτα μὲν περὶ τούτων, τὰ δ' ἑξῆς ἐπιφερόμενα αὐτὸς ὁ θεὸς κατὰ τῆς Ἰερουσαλὴμ ἀπειλεῖ λέγων· ὀλολύξατε, γλυπτὰ ἐν Ἰερουσαλήμ· ὃν τρόπον γὰρ ἐποίησα τῇ Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. ὅπως δὲ κατὰ τὴν βασιλείαν Ἄχαζ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπ' αὐτῆς τῆς Ἰερουσαλὴμ εἰδωλολάτρουν οἱ τοῦ καλουμένου λαοῦ Ἰούδα ἡ γραφὴ τῶν Βασιλειῶν διδάσκει. τὰ ἴσα τοίνυν τῇ Σαμαρείᾳ καὶ τῇ Ἰερουσαλὴμ πείσεσθαι ὁ λόγος ἀπειλεῖ, προλέγει τε ταῦτα προκαλούμενος εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοὺς ἀκούοντας, φόβῳ τε τοῦ παραδείγματος σωφρονίζων αὐτούς· οὐ γὰρ ὁ Ἀσσύριός φησιν ἐποίησεν τὰ κατὰ τῆς Σαμαρείας, ἀλλ' ἐγὼ ὁ θεὸς διὰ τὰς τῶν οἰκητόρων ἀσεβείας. οὐκοῦν κατὰ τὸν τοῦ δικαίου λόγον καὶ τοὺς ἐν τῇ Ἰερουσαλὴμ εἰκὸς παραδοθήσεσθαι τῇ ἴσῃ πολιορκίᾳ, ὡς ἂν τὰ ἀδελφὰ μεταχειριζομένους τοῖς τὰ προλεχθέντα πεπονθόσιν. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑνδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. 1.59 Προδιδάξας ὁ λόγος τὴν ἅλωσιν τῆς Σαμαρείας τὴν ὑπὸ Ἀσσυρίων γενομένην καὶ τὰς κατὰ τῶν Ἀσσυρίων ἀπειλάς, τὰ ἴσα τε πείσεσθαι καὶ τὴν Ἰερουσαλὴμ διὰ τὰς ὁμοίας εἰδωλολατρίας θεσπίσας, ἀκολούθως διὰ τῶν προκειμένων διδάσκει, ὅτι τέως μὲν οἱ Ἀσσύριοι καὶ ὁ τούτων ἄρχων, εἰ καὶ τοιαῦτα ὁποῖα προδεδήλωται ἀπηυθαδίσαντο τὴν Σαμάρειαν ὑποχείριον πεποιημένοι καὶ τὴν ∆αμασκόν, ὅμως ἕξουσι τὸ ἐνδόσιμον τοῦ χρόνου μέχρι τινὸς καιροῦ, μεθ' ὃν οὐκέτι συστήσεται αὐτῶν ἡ ἀρχὴ τῆς μακρᾶς καὶ πολυετοῦς αὐτῶν βασιλείας εἰς τὸ παντελὲς καταλυθησομένης. τίς δ' ἂν γένοιτο οὗτος ὁ καιρός, διασαφεῖ λέγων· καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐπὶ Ἰερουσαλήμ· ὅταν γὰρ συντελέσῃ καὶ ἐπὶ πέρας ἀγάγῃ πάντα ποιῶν ὁ κύριος ὅσα ὥρισεν. ὥρισε δὲ τὰ ἐν ταῖς προφητείαις φερόμενα καὶ τὰ ἐν ταῖς ἱεραῖς γραφαῖς γεγραμμένα περὶ τῶν συμβεβηκότων τοῖς τόποις, τὸ τηνικαῦτά φησιν ἐπάξειν ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἢ κατὰ τὸν Σύμμαχον· ἐπισκέψομαί φησιν ἐπὶ τὸν καρπὸν τῆς εὐφροσύνης τῆς καρδίας βασιλέως Ἀσσυρίων καὶ ἐπὶ τὸ καύχημα τοῦ