1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

49

ὕψους τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ γὰρ καὶ οὗτος μὴ δοὺς δόξαν τῷ θεῷ μηδὲ λογισάμενος, ὅτι ὁ τῶν ὅλων θεὸς αὐτὸς ἦν ὁ παραδοὺς αὐτῷ καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς τιμωρίας ἀξίους, μέγα ἐφρόνησε διανοηθεὶς καὶ πρὸς ἑαυτὸν εἰπὼν κατὰ τὸν Σύμμαχον· ἐν τῇ δυνάμει τῆς χειρός μου ἐποίησα, συνετὸς γάρ εἰμι, καὶ μετῆρα ὅριον λαῶν καὶ τοὺς βασιλεῖς αὐτῶν συνέχεον καὶ κατήγαγον ὡς δυνατὸς τοὺς κατοικοῦντας. καὶ εὗρεν ὡς νοσσιὰν ἡ χείρ μου πᾶσαν τὴν δύναμιν τῶν λαῶν, καὶ ὡς συνάγεται ᾠὰ καταλελειμμένα πᾶσαν τὴν γῆν ἐγὼ συνήγαγον. πρὸς τοῦτον τοιγαροῦν τὸν ὑπερήφανον λογισμόν, εἴτε τις ἀντικειμένη δύναμις ἐτύγχανεν, ὥσπερ «ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Μήδων καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων»· οὕτω γὰρ εἴποι ἄν τις καὶ ἄρχοντα βασιλείας Ἀσσυρίων γεγονέναι τινὰ τὸν ἀλαζονευσάμενον καὶ τὰς προκειμένας φωνὰς φθεγξάμενον. Εἶτ' οὖν πρὸς τοῦτον ἢ πρὸς τὸν Βαβυλωνίων βασιλέα τὸν πολιορκήσαντα τὴν Ἰερουσαλὴμ καὶ τὸν νεὼν ἐμπρήσαντα, πάντα τε τὰ ἐν αὐτῷ ἱερὰ σκεύη τε καὶ ἀναθήματα ἑλόντα καὶ τοῖς αὐτοῦ εἰδώλοις ἀναθέντα ἐν αὐτῇ τῇ Βαβυλῶνι, ὡς πρὸς δεινὰ καὶ ἀπονενοημένα τοιαῦτα τολμήσαντα εἰπεῖν, ἀποκρίνεται φάσκων ὁ προφητικὸς λόγος· εἶτα, ὦ πάντων ἀφρονέστατε, οὐ συνορᾷς, ὡς οὔτε πέλυξ ἑαυτόν ποτε κινήσειεν ἐπὶ κοπῇ ξύλου μὴ ἑτέρου ἐνεργοῦντος, οὔτε πρίων διέλοι ἂν τὰ πρὸς αὐτοῦ πριζόμενα μηδενὸς ἕλκοντος, οὔτε ῥάβδος τύψειεν ἄν τινα, οὔτε ξύλον πλήξειεν αὐτομάτως κινούμενα; χρῆν οὖν λογίσασθαι, ὅτι μηδὲ σοὶ διακόνῳ ὄντι τῆς τοῦ θεοῦ ὀργῆς τοσαύτη παρῆν δύναμις ὡς μυρίων ἐθνῶν κατακρατῆσαι καὶ τοὺς δὲ μὲν ἐγκόπτειν, τοὺς δὲ τέμνειν, ἑτέρους δὲ παίειν, πόλεις τε ὅλας ἐξανδραποδίζεσθαι καὶ μυρία πλήθη καταστρωννύναι παντὸς πρίονος καὶ πελέκυος καὶ ῥάβδου χείρονι γιγνομένῳ, εἰ μὴ κύριος ἦν ὁ τῇ σῇ χειρὶ παραδοὺς τοὺς τούτων ἀξίους. νυνὶ δὲ μηθὲν τούτων λογισάμενος, ἐπῆρας σαυτὸν ὡς ὑπολαβεῖν ἑαυτὸν εἶναι τὸν μέγαν νοῦν· οὐ γὰρ ἔθου πρὸ ὀφθαλμῶν «τὴν εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν», τὸν ἀνώτατον δὲ νοῦν καὶ πάντων μέγιστον νομίσας εἶναι σεαυτόν, ὑπερηφάνοις τε ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ θεοῦ, διενοήθης τὰ ὅρια τῶν ἐπὶ γῆς ἐθνῶν συγχεῖν, ἃ ὁ θεὸς διώρισε καὶ διέταξε καλῶς, «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ». σὺ δὲ τῇ σαυτοῦ σοφίᾳ καὶ τῇ πεπλανημένῃ συνέσει ᾠήθης δύνασθαι μεταθεῖναι μὲν τοὺς ὑπὸ τοῦ θεοῦ εὖ διατεταγμένους ὅρους, ὑποχείριον δὲ σαυτῷ τὴν οἰκουμένην ποιήσασθαι· μηδένα γὰρ ἐφορᾶν καὶ ἀντιλαμβάνεσθαι μηδὲ θεῷ μέλειν τῶν ἐπὶ γῆς ἀνθρώπων ἐνόμισας, διὸ ὥσπερ νεοττῶν ἐρήμων, ἢ δίκην ᾠῶν καταλελειμμένων ὑπέλαβες κρατήσειν τῶν ἐπὶ τῆς οἰκουμένης ἐθνῶν. ∆εῖ οὖν ὀρθῷ λογισμῷ διανοηθῆναι, ὅτι καὶ αὐτῶν ὧν ἐκράτησας οὐκ ἄνευ θεοῦ νεύματος περιεγένου· πόθεν γάρ σοι παρῆν τοσαύτη ἐξουσία μὴ τοῦ θεοῦ συγκεχωρηκότος καὶ ὥσπερ ὀργάνῳ χρησαμένου σοι ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῶν ἐπιστροφῆς δεομένων; ἀλλ' ἐπεὶ «μὴ οὕτως ἐλογίσω» καὶ οὐδ' ἐπέγνως τὸν τῆς τοσαύτης σοι γενόμενον ἐξουσίας αἴτιον, τούτου χάριν γίνωσκε ὡς αὐτὸς ὁ κύριος σαβαώθ, ὁ πάσης δυνάμεως καὶ ἀγγελικῆς στρατιᾶς δεσπότης, ἀποστελεῖ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ αὐτὸς ὁ πάλαι φωτίζων τὸν ἑαυτοῦ λαὸν θεὸς καὶ ὁ ἁγιάζων αὐτὸν σοὶ τῷ ὑπερηφάνῳ γιγνόμενος πῦρ. ἀντὶ δὲ τοῦ· καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, ὁ Σύμμαχος· καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγα. σοὶ γάρ φησι τῷ Ἀσσυρίῳ ἀσεβῆ καὶ ὑπέρογκα λογίσασθαι τετολμηκότι «ὁ ἅγιος τοῦ Ἰσραὴλ» καὶ ὁ πάλαι φῶς αὐτοῦ γεγονὼς εἰς φλόγα καὶ εἰς πῦρ γενήσεται. βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς παρεικάζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τοὺς ἡγουμένους αὐτῆς