1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

51

τὸ κατάλειμμα αὐτῶν σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ. τὸ μὲν οὖν πρῶτον τοὺς καταλειφθέντας ἐδήλου τοὺς ἐπανελθόντας ἀπὸ τῆς αἰχμαλωσίας, τὸ δὲ δεύτερον, ἔνθα ὁ λόγος ἀορίστως ἐπιφέρει μετὰ ὑποδιαστολῆς τό· καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται, ἑτέραν παρίστησι διάνοιαν· ψάμμος γὰρ θαλάσσης τὸ μὲν πλῆθος ἀναρίθμητον ἔχει, ἄλλως δὲ ἄχρηστος τυγχάνει πρὸς γεωργίαν. ἐπειδὰν οὖν ὁ λαὸς Ἰσραήλ φησιν εἰς πλῆθος ἀναρίθμητον χυθῇ, ἄχρηστον δὲ γένηται ἐν τῇ κατὰ θεὸν καρποφορίᾳ, τὸ τηνικαῦτα τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖται, μόνον δὲ τὸ κατάλειμμα αὐτῶν σωθήσεται τοῦ λόγου σημαίνοντος τὴν ἄχρηστον πληθὺν τοῦ ἔθνους τῶν μετὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος οἰκησάντων τὴν χώραν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων· οὗτοι γὰρ ἦσαν οἱ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἐξ ὧν μόνον διεσώθη τὸ κατάλειμμα, οἱ ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες μαθηταὶ αὐτοῦ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί. τοῦτο δὲ ἔσται φησὶν ἐπειδὰν λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ, δι' ὧν σαφῶς «τὸ εὐαγγέλιον» τῆς καινῆς ᾐνίξατο διαθήκης «ἐν ὅλῃ τῇ οἰκουμένῃ» «κηρυχθέν». συντετμημένος δὲ ἦν ὁ λόγος ὁ εὐαγγελικὸς τῷ μὴ περιέχειν τὰ παρὰ Μωσεῖ παραγγέλματα. τῶν δὲ προκειμένων ῥημάτων μέμνηται καὶ ὁ Ἀπόστολος τοῦτον λέγων τὸν τρόπον· «Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἠσαΐας· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ δωδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. 1.61 Πληρώσας ὁ λόγος τὴν περὶ τοῦ Ἰούδα καὶ τῆς Ἰερουσαλὴμ προφητείαν, δι' ἧς ἐδήλου ὡς καὶ αὐτοὶ τὰ ὅμοια τῇ Σαμαρείᾳ καὶ τῷ Ἰσραὴλ πείσονται παραδοθέντες τῷ τῶν Ἀσσυρίων ἄρχοντι ὁποῖά τε τὸν πολιορκητὴν αὐτῶν τὸν Ἀσσύριον διαδ...... περί τε τῶν μετὰ ταῦτα εὐσεβῶς βιωσόντων προειπὼν ταῦτα πάντα περὶ τῶν μετὰ μακροὺς χρόνους γενησομένων ...... παρόντα χρόνον, καθ' ὃν Ἠσαΐας ὁ προφήτης ἐγνωρίζετο τοῖς κατ' Ἑζεκίαν τὸν βασιλέα τὴν Ἰερουσαλὴμ οἰκοῦσι καὶ ἔφοδον ...... φροντίζουσίν τε καὶ ἐν ἀγωνίᾳ καθεστῶσι, μὴ ἄρα ποτὲ καὶ αὐτοὶ πάθοιεν τὰ ὅμοια τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν. παραινεῖ μὴ φοβεῖσθαι τοὺς Ἀσσυρίους· ἥξειν μὲν γάρ φησι καὶ ἐπιστρατεύσειν κατὰ τῆς Ἰερουσαλὴμ τὸν τούτων βασιλέα πρὸς τὸ βραχείας πειραθῆναι πληγῆς τοὺς ἐν αὐτῇ κατοικοῦντας ὥσπερ ῥάβδῳ παιομένους, ἄπρακτον δὲ αὐτὸν ὑποστρέψειν φυγῇ χρησάμενον. ἐπληροῦτο δὲ καὶ ταῦτα ἐπὶ Ἑζεκίου υἱοῦ Ἄχαζ βασιλεύοντος ἐν Ἰερουσαλὴμ ἀνδρὸς γενομένουοὐ κατὰ τὸν πατέρα, δικαίου δὲ ἄλλως καὶ θεοφιλοῦς κατὰ πάντα τρόπον. διό φησι ὁ κύριος πρὸς τοὺς δηλωθέντας· μὴ φοβοῦ, ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιών, αὐτ ἀπὸ Ἀσσυρίων. εἰ καὶ τὰ μάλιστα γὰρ ἐμοῦ ἐπιτρέποντος καὶ ἐν σοὶ ἐπελεύσεται ὁ τούτων βασιλεύς, ὅμως ἐν ῥάβδῳ ἐπιστρεπτικῇ πατάξει σε, ἀλλ' οὐ ξίφεσιν οὐδὲ δόρασι πολέμου νόμῳ κρατήσας ἐπελεύσεταί σοι. καὶ αὕτη δὲ ἡ διὰ ῥάβδου κατὰ σοῦ πληγὴ οὐκ ἔσται παράνομος· ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή. τὸ δ' αἴτιον τοῦ συγχωρηθῆναι τὸν Ἀσσύριον πεφεισμένῃ πληγῇ χρήσασθαι κατὰ σοῦ μὴ ἀγνόει· ἐπειδὴ γὰρ τῇ ὁδῷ Αἰγύπτου πάλιν σεαυτὸν ἐκδέδωκας εἰδωλολατρίᾳ προσεσχηκὼς κατὰ τοὺς χρόνους Ἄχαζ. τούτου χάριν ὑμᾶς τῇ ῥάβδῳ τοῦ Ἀσσυρίου παραδέδωκα εἰς σωφρονισμὸν καὶ ἐπιστροφήν. πλὴν ὅσον οὔπω παύσεταί μου ὁ θυμὸς μεταβαλλόντων ὑμῶν ἐπὶ τὸ κρεῖττον καὶ τὸν θεὸν ἐπεγνωκότων, ἅμα τῷ ὑμετέρῳ βασιλεῖ Ἑζεκίᾳ. διὸ καὶ ἡ ἀγανάκτησίς μου ἡ καθ' ὑμῶν παύσεται, ἐμοῦ δὲ τῆς ὑμετέρας σωτηρίας