53
μνημονεύσας ὁ λόγος καὶ τῶν ἀρξάντων παρ' αὐτοῖς καὶ μεγαλοφρονησάντων τῆς ἀρχῆς τὴν καθαίρεσιν δηλώσας διὰ τῶν προκειμένων περὶ τῆς κατ' ἔθνος πολυαρχίας διεξέρχεται· ἦσαν γοῦν τότε τοπάρχαι καὶ ἐθνάρχαι καὶ μερικοὶ βασιλεῖς, οἷον Αἰγύπτου καὶ Ἀραβίας καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν λοιπῶν ἐθνῶν, οἳ καὶ αὐτοὶ εἰδωλολατροῦντες ἐνύβριζον τὸν θεὸν ἐπαιρόμενοι καὶ ὑψούμενοι καὶ ὑπέρογκα φρονοῦντες. ἀκολούθως τοιγαροῦν καὶ περὶ τούτων αὐτῶν μετὰ τὰ προλεχθέντα περὶ τῆς καθαιρέσεως τῶν Ἀσσυρίων θεσπίζει σημαίνων τὴν παντελῆ τούτων κατάλυσιν ἐν τῷ λέγειν· ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται καὶ τὰ τούτοις ἑξῆς. εἶτα τὸν χρόνον, καθ' ὃν ταῦτα ἔσται, παριστὰς συνάπτει τὴν εἰς ἀνθρώπους πάροδον τοῦ Χριστοῦ σφόδρα εὐκαίρως· ἐπειδὴ γὰρ προεδίδαξε διὰ τῶν ἔμπροσθεν τὰ περὶ τῆς γενέσεως αὐτοῦ τῆς ἐκ παρθένου καὶ τὸν τρόπον τῆς γενέσεως, τάς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως ἐπὶ τοῦ παρόντος, ἐξ ὁποίου γένους καὶ ποίας φυλῆς προελεύσεται, ὁποίᾳ τε καταρθώσει ἡ εἰς ἀνθρώπους αὐτοῦ πάροδος προαναφωνεῖ. κατὰ τὸ αὐτὸ δὲ καὶ τῆς ἀποδοθείσης πολυαρχίας σημαίνει τὴν καθαίρεσιν, τῶν τε ἄλλων τῶν κατὰ πᾶν ἔθνος τὸ πρὶν δυναστευόντων ἀρχόντων ἐν τοπαρχίαις καὶ πολυαρχίαις, τῶν τε παρ' αὐτοῖς Ἰουδαίοις ἡγουμένων καὶ ἁπαξαπλῶς ἁπάντων τῶν κατ' ἔθνος ἀρχόντων, τῶν τε ἀοράτων δυνάμεων πνευμάτων τε πονηρῶν καὶ δαιμόνων, οἳ τὴν πολύθεον πλάνην παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐκ μακροῦ αἰῶνος ἐκράτυνον. τούτων δὴ πάντων ὁ λόγος ἐπὶ τῇ τοῦ σωτῆρος θεοφανείᾳ καθαίρεσιν ἔσεσθαι ἀπειλεῖ λέγων· ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ὁρᾷς ὁπόσους καὶ ὁσάκις ὑψηλοὺς ὠνόμασεν, ὧν τὸ σύστημα τῷ Λιβάνῳ καὶ ταῖς ἐν αὐτῷ ὑψηλοτάταις κέδροις ἀφομοιοῖ. διὸ εἴρηται ἀλλαχοῦ· «εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου», καὶ ἐν ἑτέρῳ πάλιν· «φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον». τοιοῦτο τοίνυν πρῶτον ὁ λόγος ποιήσειν τὸν κύριον σαβαὼθ ἐπαγγέλλεται, λέγω δὲ τὸ συντρίψειν πάσας τὰς ἐν ἀνθρώποις ἐθναρχίας καὶ πολυαρχίας. ἐπεὶ δὲ πολλαχοῦ τῶν θείων γραφῶν Λίβανος ὠνόμασται ἡ Ἰερουσαλήμ, ὡς πολλάκις ἀπεδείξαμεν, εἰκότως καὶ αὐτῆς τὴν πτῶσιν, τῶν τε ἐν αὐτῇ τὸ παλαιὸν τὰ μεγάλα δεδυνημένων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους σημαίνει φάσκων· ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Πῶς δὲ τούτων ἁπάντων ἔσται συντριβὴ καὶ πτῶσις, παρίστησιν ἑξῆς, ἐκ ῥίζης Ἰεσσαὶ προελεύσεσθαι ῥάβδον θεσπίζων, ἥτις πάντας τοὺς προδηλωθέντας ὑψηλοὺς συντρίψασα ταπεινώσει. διὸ ἐπισυνῆπται τό· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. ἀντὶ δὲ τοῦ· ἐκ τῆς ῥίζης, ἀπὸ κορμοῦ συμφώνως ἡρμήνευσαν οἱ λοιποί· καὶ γὰρ ἦν ἡ φυλὴ καὶ ἡ πατριά, ἐξ ἧς προῆλθεν ὁ σωτήρ, ὥσπερ τις κορμός, μηκέτι κλάδους ἔχων διὰ τὸ ἐκλελοιπέναι τοὺς ἐκ διαδοχῆς ∆αυὶδ βασιλέας μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. διό μοι δοκεῖ κορμὸς ὠνομάσθαι τὸ κατὰ σάρκα γένος τοῦ ∆αυίδ, οὗ πατὴρ ἦν ὁ Ἰεσσαί. ἵνα δὲ μή τις ὑπολάβῃ βασιλέα ὅμοιον τῷ ∆αυὶδ ἔσεσθαι τὸν προφητευόμενον, οὐκ ἐκ τῆς ῥίζης εἶπε ∆αυίδ, τοῦ δὲ Ἰεσσαὶ διὰ τὸ τοῦ βίου παραπλήσιον καὶ εὐσταλές· πένης γὰρ ἦν ὁ Ἰεσσαὶ καὶ οὐδεμιᾶς κατὰ κόσμον ἀρχῆς ἐπειλημμένος. εἰκότως οὖν ἐκ ῥίζης αὐτοῦ, ἢ ὥσπερ ἀπό τινος παλαιοῦ κορμοῦ ῥαβδίον λέγεται ἐξελεύσεσθαι κατὰ τὸν Ἀκύλαν, ὃς ῥαβδίον ἐξέδωκεν, οὕτως παραστήσας τὸ κατὰ σάρκα μέτριον καὶ ταπεινὸν τοῦ σωτῆρος ἡμῶν. καὶ ἀκρεμὼν δὲ