54
ὁμοίως εἴρηται καὶ βλαστὸς διὰ τὴν αὐτὴν αἰτίαν· ἀντὶ γὰρ τοῦ· καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ὁ μὲν Ἀκύλας καὶ ἀκρεμὼν ἀπὸ ῥιζῶν αὐτοῦ αὐξηθήσεται εἴρηκεν, ὁ δὲ Σύμμαχος· καὶ βλαστὸς ἐκ τῶν ῥιζῶν αὐτοῦ αὐξηθήσεται. Τὸ μὲν οὖν ῥαβδίον ἢ ὁ ἀκρεμὼν ἢ ὁ βλαστὸς ὁ κατὰ σάρκα ἐπινοούμενος τοῦ σωτῆρος ἡμῶν ἄνθρωπος ἦν, ὁ δ' ἐν αὐτῷ κατοικῶν θεὸς λόγος διὰ τῶν ἑξῆς ἐπιφερομένων δηλοῦται, δι' ὧν εἴρηται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ· διὰ τούτων γὰρ «τὸ πλήρωμα τῆς θεότητος» τοῦ μονογενοῦς τοῦ θεοῦ σημαίνεται, περὶ οὗ φασιν οἱ Εὐαγγελισταί· «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν», καὶ ὁ Ἀπόστολος· «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς κατοικῆσαι». τῶν μὲν γὰρ λοιπῶν προφητῶν «ὁ καθ' εἷς ἴδιόν τι χάρισμα εἰλήφει» καὶ τῶν ἀποστόλων δὲ ὁμοίως ἕκαστος μέρος τι «ἐκ τοῦ πληρώματος» μετείληχεν, αὐτὸς δὲ «τό» που «πλήρωμα τῆς θεότητος», ὃ οὐδεὶς πώποτε ἀνθρώπων κεχώρηκεν ἢ μόνος ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύσεσθαι προφητευόμενος, ἐν ᾧ τὸ πνεῦμα τοῦ θεοῦ κατῴκησε, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν», πνεῦμα σοφίας καὶ συνέσεως, «σοφία» δὲ ἦν ὁ προὼν τοῦ θεοῦ λόγος, «δι' οὗ τὰ πάντα γέγονε»· «πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε», καὶ «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν», καὶ κατὰ τὸν Ἀπόστολον· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». τοῦτο τοίνυν τὸ πνεῦμα τῆς σοφίας, οὐ πρὸς ὥραν οὐδὲ πρὸς ἡμέραν οὐδὲ πρὸς βραχύν τινα καιρὸν ἐπῄει τῷ προφητευομένῳ, ἀλλ' ἐπανεπαύσατο ἐπ' αὐτὸν ὡς ἐν οἰκείῳ ναῷ, τὸ δὲ αὐτὸ πνεῦμα βουλῆς καὶ ἰσχύος ἦν. διὸ «Μεγάλης βουλῆς ἄγγελος» ἐν τοῖς ἔμπροσθεν ἐκαλεῖτο, καὶ «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία» εἴρηται. ἀλλὰ καὶ πνεῦμα γνώσεως καὶ εὐσεβείας καὶ πνεῦμα φόβου θεοῦ τὸ αὐτὸ λέλεκται. οὐ διῃρημένως δὲ πολλὰ ταῦτα χρὴ νοεῖν πνεύματα, ὥσπερ δὲ νοοῦμεν αὐτὸν εἶναι θεοῦ λόγον καὶ «φῶς» καὶ «ζωὴν καὶ ἀνάστασιν» καὶ ἄλλα μυρία κατὰ τὰς ἐν αὐτῷ διαφόρους ἐπινοίας, οὕτω καὶ πνεῦμα σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ γνώσεως καὶ εὐσεβείας καὶ φόβου θεοῦ. καὶ ταῦτα πάντα ἕνα καὶ τὸν αὐτὸν χρὴ νοεῖν τὸν προόντα τοῦ θεοῦ λόγον τὸν ἐπαναπαυσάμενον τῷ ἐκ ῥίζης Ἰεσσαὶ καὶ «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» γενομένῳ. Τὰ μὲν οὖν τῆς συμπλοκῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρὸς ὃν ἀνείληφεν υἱὸν ἀνθρώπου, ὧδέ πη δεδήλωται, τὰ δὲ κατὰ τὸν βίον, ὃν ἐπολιτεύσατο συνδιατρίψας ἀνθρώποις, ἑξῆς ὑπογράφει λέγων· οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· καὶ οὐ τῇ ὁράσει τῶν ὀφθαλμῶν αὐτοῦ κρινεῖ οὐδὲ τῇ ἀκοῇ τῶν ὤτων αὐτοῦ ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ πένητας καὶ ἐλέγξει ἐν εὐθύτητι πτωχοὺς γῆς. εὕροις δ' ἂν ἐν τοῖς Εὐαγγελίοις, ὅπως ὁ σωτὴρ καὶ κύριος ἡμῶν οὐ κατὰ τὴν δόξαν ἔκρινεν. «μηδενὸς οὖν λαμβάνων πρόσωπον», ἤλεγχε σὺν παρρησίᾳ πολλῇ ποτὲ μὲν τοὺς γραμματεῖς καὶ φαρισαίους, ποτὲ δὲ τοὺς ἀρχιερεῖς ἔνδον ἐν τῷ ναῷ, οἷς καὶ ἔλεγεν· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». ἀλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν· οἱ μὲν γὰρ προσῄεσαν αὐτῷ λέγοντες· «διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι πρὸς οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων». ὁ δὲ οὐ κατὰ τὴν λαλιὰν αὐτῶν ἤλεγχε· διὸ «εἰδὼς τὰς πονηρίας αὐτῶν ἀπεκρίνατο· τί με πειράζετε, ὑποκριταί»; καὶ ταπεινῶν δὲ κρίσιν ἔκρινεν, ἤλεγχέ τε τοὺς ταπεινοὺς τῆς γῆς ἢ τοὺς πτωχοὺς ἐν εὐθύτητι κατὰ τὸν Σύμμαχον, πτωχοὺς νοούντων ἡμῶν, οὓς μακαρίζων ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τοῦ